λεγυπημένους ἀποκλῖναι πρὸς ἀπόστασιν. ἠξίωσα γὰρ 1 τοσαύτης φησὶ τῆς παρ᾿ ἐμοῦ φειδοῦς καὶ ἀγάπης, ὡς μηδ᾿ ὅσον ἧκεν εἰς νοῦν ἀνασχέσθαι δυσφημουμέων. ὁ μὲν γὰρ ἐπάρατος Βαλὰκ, ὁ Μωαβιτῶν τύραννος κατεμισθοῦτο τὸν 2 Βαλαὰμ γόητα καὶ οἱωνοσκόπον, εἶτα καταράσασθαι παρε- 3
κάλει τὸν Ἰσραήλ· ὁ δὲ γε τῶν ὄλων Θεὸς παράδοξόν τι καὶ ὑπερφυὲς κατειργάζετο, τὴν τοῦ ψευδομάντεως γλῶτταν μετατρέπων εἰς εὐλογίαν. ἐπίκλημα δὲ ποιουμένου τὸ χρῆμα τοῦ Βαλὰκ, καταιτιωμένου τε τὸν οἰωνοσκόπον, ἀπεκόμιζε μὲν εὐὺς ἐφ᾿ ἑτέρους αὐτὸν βουνούς. εἶτα βωμοὺς ἐγείρειν 4
προστάττων, καὶ ταύτους ἱερουργεῖν, ᾤετο τάχα που μὴ ἐν παντὶ τόπῳ δύνασθαι τὸν Θεὸν, ἀλλ᾿ ηὐλόγει πανταχῆ, καίτοι περιθέων ἐκ τῶν καλουμένων Σχοίνων· Χῶρος δὲ τῆς d Μωάβ· ἕως ὄρους Γαλγάλ. μνήσθητι δὴ οὖν τί μὲν ἐβουλεύσατο Βαλὰκ, τί δὲ Βαλαὰμ ἀπεκρίνατο. ἐγὼ μὲν γὰρ
καὶ αὐτὰς ἀνέκοπτον τὰς καθ᾿ ὑμῶν δυσφημίας, οὐδὲ ὅσον ἧκεν εἰς λόγους καταλυπεῖν ἐπιτρέπων τὸν οὐωνοσκόπον. ὑμεῖς δὲ καὶ τούτων ἀμνημονήσαντες, τὴν ἐμοὶ πρέπουσαν δόξαν ὕλαις ἀψύχοις ἀνατεθείκατε, δαμάλεσι ταῖς χρυσαῖς ἐπιφωνοῦντές τε καὶ λέγοντες “Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, 5
“οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.