γῆς, ἵνα γνῶμεν διὰ μὲν τῶν βουνῶν τὸ οἷον ἦρθαι ὑψοῦ τοὺς τῶν λαῶν ἡγουμένους, καὶ τὸ τῶν ἄλλων ὑπερέχειν καὶ ἀνανήχεσθαι μέτρον, θεμέλια δὲ τοὺς αὐτούς. οἱ γὰρ χωρῶν ἢ πόλεων ἡγούμενοι, ὥσπερ εἰσὶ περιφανεῖς τὴν δόξαν, ἠρμένοι τε πρὸς τὸ ὑψοῦ, οὕτως εἶεν ἂν καὶ θεμέλια τῆς γῆς,
τουτέστιν, ἔρεισμα τρόπον τινὰ καὶ ὑποβάθρα κείμενοι τῶν 1 πραγμάτων. συμβέβηκε γὰρ ἐπ᾿ αὐτοῖς, καὶ οἷον ἐνίδρυταί πως, τὰ τῶν ἑτέρων πράγματα, καθάπερ ἔφην αὐτίως.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.