δεινῶν προεκδειματοῦν ἔσθ᾿ ὅτε τοὺς ἡμαρτηκότας· οὐ μὴν 2 ἐᾶν ἀμαλθάκτους καὶ ἀπηνεῖς ὡς ἀπεγνωκότας, ἀλλ᾿ ὁμοῦ τοῖς συμβήσεσθαι μέλλουσι τὸν τῆς παρακλήσεως εἰσκομίζειν λόγον, καὶ τόπον ὥσπερ αὐτοῖς τοῦ διαδράναι τηρεῖν, εἰ παλινδρομεῖν ἕλοιντο πρὸς μετάγνωσιν. τοῦτό τοι καὶ νῦν
ἐξ ἐμφύτου πάλιν ἐργάζεται γαληνότητος. ἀκούσατε τοίνυν φησὶν ὅσα ὁ Κύριος εἶπε. τί δέ μοι προστέταχεν; Ἀνάστηθι καὶ κριθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνῆς σου. 3 ἔοικε μὲν οὖν τῷ διὰ φωνῆς Ἡσαΐου καὶ τοῦτο “Ἄκουε 4 “οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν.” ὄρη γὰρ
που δὴ τάχα καὶ βουνοὺς τὰς νοητὰς ὀνομάζει δυνάμεις, αἳ τόδε τὸ σύμπαν περιέπουσι κατὰ βούλησιν Θεοῦ, τὰς τῶν δαιμόνων πλεονεξίας ἀποσοβοῦσαι τῶν ἐπὶ τῆς γῆς. ἐπειδὴ δὲ τῆς τοῦ Θεοῦ γαληνότητος τὴν ὑπερβολὴν αὗται δὴ μάλιστα καὶ πρό γε τῶν ἄλλων ἐπιγινώσκουσιν, ὅσην τε
τῶν καθ᾿ ἡμᾶς ποιεῖται φροντίδα μεμαθήκασιν ἐξ ὧν ἐνεργοῦσιν εἰς ἡμᾶς, τοῖς παρ᾿ αὐτοῦ πειθόμεναι νόμοις, ἐπ᾿ αὐτῶν γενήσεσθαι δεῖν τὴν κρίσιν ἐντέλλεται. εἰκὸς δὲ δή 5 τι καὶ ἕτερον τὸν προφητικὸν ἡμῖν ὑποφαίνειν λόγον. ἐπειδὴ γὰρ ὄρη τε καὶ βουνοὺς καταλαμβάνοντες οἱ ἐξ Ἰσραὴλ
6 ἐκεῖ τελετάς τε καὶ θυσίας τοῖς δαιμονίοις προσῆγον “ὑπο- 7 “κάτω δρυὸς καὶ λεύκης,” ταύτῃτοι λοιπὸν πρὸς βουνοὺς ἡμαρτηκότας· κρίσις, ἐν οἷς ἦσαν ἐναργὴ τὰ τῶν κατηγορουμένων ἐγκλήματα. εἰκὸς δὲ βουνοὺς καὶ θεμέλια τῆς γῆς ὀνομάζειν αὐτὸν
τοῦς ὑπερκειμένους ἐν δόξῃ καὶ ὑπεραίροντας ἐν τιμῇ τὴν τῶν ἀγελαίων πληθὺν, οἳ καὶ μάλιστα γεγόνασι τοῖς ὑπὸ χεὶρα καὶ ὁδὸς καὶ πάγη πρὸς ὄλεθρον. ἔφη γάρ που πρὸς 8 αὐτούς “Ὅτι πρὸς ὑμᾶς ἐστι τὸ κρῖμα, ὅτι παγὶς ἐνεγήθητε 9 “ τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον.”
ὦ τοίνυν, φησὶ, τῶν ἄλλων ὑπερανεστηκότες, ὦ θεμέλια τῆς γῆς, τουτέστιν, ἐφ᾿ οἷς τὰ τῶν ἄλλων ἐρήρεισται πράγματα, ἀκούσατε τὴν πρὸς ὑμᾶς κρίσιν τοῦ πάντων Κυρίου.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.