2 λῶν, προσετίθει λέγων “Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω “τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ 3 “ἔργον.” βρῶμα δὴ οὖν τοῖς ἁγίοις καὶ τρυφὴ, τὸ ἔργον τοῦ Θεοῦ. κατορχήσονται τοίνυν φησὶν ὥσπερ ἄγρωστιν ἤγουν εὐανθῆ κείροντες πόαν, καὶ οἱονεί πως καταφερβόμενοι
τοὺς ἐξ ἐθνῶν πιστεύοντας οἱ ἐξ Ἰακὼβ, κατευρυνομένην δὲ οὕτω τοῦ κηρύγματος εὑρήσουσι τὴν ὁδὸν, ὡς μηδένα 4 δύνασθαι συναχθῆναί τε καὶ ὑποστῆναι κατ᾿ αὐτῶν, τουτέστι, μήτε συνελθεῖν μήτε μὴν ἀντισχεῖν· τοῦτο γὰρ τὸ ὑποστῆναι εἰ κακοῦν ἕλοιντό τινες τῶν ἐν υἱοῖς ἀνθρώπων. πολλαὶ μὲν γὰρ καὶ παρὰ πολλῶν σκέψεις τε καὶ ἐγχειρήματα συντέθεινται 5
κατ᾿ αὐτῶν, ἠδίκηνται δὲ οὐδὲν, Θεοῦ κατευνάχοντος τοὺς τῶν ἰσχυόντων θυμοὺς, καὶ οἷον εὐδοκίας ὅπλῳ περιβάλλοντος 6 τοὺς ἰδίους καὶ παραδόξως αὐτοὺς ἐκ παντὸς ῥυομένου τε καὶ ἀνασώζοντος πειρασμοῦ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.