οὐκέτι Θεοῦ καταλάμποντος, οὐκέτι τῆς νοητῆς ἡμέρας διαυγαζούσης 1 αὐτοῖς, ἀλλ’ οἷον νυκτὸς κατασκιδναμένης αὐτῶν τῆς πωρώσεως. πεπώρωνται γὰρ, ὡς ὁ Παῦλός φησι, καὶ 2 “Ἡνίκα ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν κὰρ 3 “δίαν αὐτῶν κεῖται.” “Φάσκοντες Φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμω- 4
“ράνθησαν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.” καὶ ὅτι ταῦτα συμβήσεται παθεῖν αὐτοῖς, προκαταμεμήνυκε λέγων αὐτὸς ὁ Χριστός “Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν 5 τῷ φωτὶ ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ. ἐπειδὴ δὲ τὸ θεῖον οὐ προσίεντο φῶς, τουτέστι Χριστὸν, κατελήφθησαν 6
ὑπὸ τῆς σκοτίας, καὶ νὺξ αὐτοῖς γέγονεν ἐξ ὁράσεως, κατὰ τὴν τοῦ Προφήτου φωνήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.