δὲ τοῦ Ἐφραῒμ ὀνομάζει τὴν Σαμάρειαν, ἤγουν τὴν ἐν τῇ Σαμαρείᾳ πληθύν. ἔοικε γάρ πως ἐν τάξει κεῖσθαι πατρὸς τοῖς ὑπεζευγμένοις ὁ βασιλείαν πεπιστευμένος. βεβασιλεύκασι δὲ τῆς Σαμαρείας οἰ ἐξ Ἐφραΐμ. ἔσται δὴ οὖν ἔσται φησὶν οἷον περίσχετος καὶ διεζωσμένη τοῖς τῶν πολεμίων
δήμοις ἡ Σαμαρειτῶν, οἳ μονονουχὶ καὶ πατάξουσιν εἰς σιαγόνα 3 αὐτὴν, οὐ χερσὶ ῥαπίζοντες ἐχομέναις φειδοῦς, ἀλλὰ καὶ ῥάβδοις συντρίβοντες καὶ καταικιζόμενοι σφοδρῶς. σημαίνει δὲ διὰ τούτων πρὸς ταῖς ἀτιμίαις καὶ δύσοιστον ὄντα τῆς αἰχμαλωσίας τὸν πόνον. ἀτιμίας μὲν γὰρ σημεῖόν
ἐστιν οὐκ ἀμφίλογον τὸ εἰς σιαγόνα ῥαπίσματα. εἰ δὲ δὴ νοοῖτο καὶ διὰ ῥάβδου γενέσθαι, φορέσει πάντως τὸ μοχθηρὸν, καὶ τὸ οἷον οἰκέτῃ πρέπον. ἄτιμος οὖν ἔσται φησὶ καὶ ἐν αἰκίαις καὶ πόνοις ἡ ὑπὸ τῶν ἐκ φυλῆς Ἐφραῒμ βασιλευομένη Σαμάρεια.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.