ὃς οὐ μετρίως τῆς θείας κατεφλυάρησε δόξης, ὅτε καὶ ἀπολώλασιν ἐν μιᾷ νυκτὶ τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα 1 πέντε χιλιάδες ἀγγέλου χειρί. ταυτησὶ τῆς ἱστορίας διαμένηται 2 πάλιν. συνήχθησαν γὰρ ἔθνη πολλὰ κατὰ σοῦ φησι, μονονουχὶ καὶ ἀθύροντα καὶ ὅσον οὐδέπω κεισομένης
κατορχησόμενα. πλὴν οὐκ ἔγνωσαν ἃ βεβούλευται Θεός. συνεκομίσθησαν γὰρ ὡς εἰς ἅλω, καὶ δράγματος δίκην τοῖς σοῖς ὑποκείσονται ποσίν. ἀμάστα δὴ οὖν καὶ ἁλόα αὐτοὺς, κέρατα γὰρ ἕξεις σιδηρᾶ καὶ ὁπλὰς καλκας, τουτέστι, δυσκαταγώνιστος ἔση καὶ ἄμαχος τοῖς ἐχθροῖς, μόνον δὲ 3
οὐχὶ καὶ καταπατήσεις τοὺς ἀνθεστηκότας. ἐπειδὴ γὰρ ἅλω τε καὶ δράγματος πεποίηται μνήμην, τετήρηκε τῇ μεταφορᾷ τὸν πρέπονα τρόπον, καὶ ὡς ἐπὶ μόσχου φησὶ κερατα καὶ ὁπλάς. ἐπειδὴ δὲ οὐκ ἀνθρωπείᾳ χειρὶ δεδαπάνηνται καὶ πεπτώκασιν, ἀλλ’ ἒργον ἦσαν κείμενοι τῆς θείας ὀργῆς, μὴ
σαυτῇ φησιν ἀνάψῃς τὰ ἐπί γε τούτοις αὐχήματα, ἀνατίθει 4 δὲ μᾶλλον τῷ Κυρίῳ πάσης τῆς γῆς τό τε πλῆθος αὐτὸ, καὶ τὴν ἰσχὺν τῶν ἀπολωλότων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.