παντὶ δὴ σθένει μεταποιήσονται, διὰ τούτων ἡμῖν εὖ μάλα κατασημαίνουσιν. ἕκαστος μὲν γάρ φησι τῶν ἐν πάσῃ 1 τε καὶ πόλει, ἢν ἂν αὐτὸς ἕλοιτο διαστείχοι τρίβον, διαβιῴη δὲ αὖ κατὰ τὸ αὐτῷ δοκοῦν ἢ καὶ εὖ ἔχειν ὑπειλημμένον· ἡμῖν δὲ φροντὶς ὁ Χριστὸς, καὶ τρίβον ὀρθὴν ποιησόμεθα
2 τὰ αὐτοῦ θεσπίσματα, συμβαδιούμεθα δὲ ὥσπερ αὐτῷ, καὶ οὐχὶ δὴ μόνον εἰς αἰῶνα τὸν ἐνεστηκότα καὶ παρερχόμενον, ἁλλ’ ἐπὶ πολὺ καὶ ἐπέκεινα. καὶ ἀτρεκὴς ὁ λόγος· οἱ γὰρ νυνὶ συμπάσχοντες, συνέσονταί τε διαπαντὸς καὶ συνδοξασθήσονται
καὶ συμβασιλεύσουσι. φροντίδα γεμὴν ποιοῦνται Χριστὸν οἱ τῆς εἰς αὐτὸν ἀγάπης προτιθέντες οὐδὲν, οἱ καταλήγοντες μὲν τῶν εἰκαίων τοῦ κόσμου περισπασμῶν, 3 ζητοῦντες δὲ μᾶλλον τὴν δικαιοσύνην, καὶ τὸ ἁνδάνον αὐτῷ, καὶ τὸ διαπρέπειν ἐν ἀρεταῖς, ὁποῖός τις ἦν
καὶ ὁ θεσπέσιος Παῦλος. γράφει γοῦν ὅτι “Χριστῷ 4 “συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρισός. καὶ πάλιν “Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὕμιν, εἰ μὴ Ἱησουν 5 “Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.