καὶ μάχης, τετραμμένοι τε πρὸς γεωργίαν τῶν πνευματικῶν, καὶ τοὺς τῆς δικαιοσύνης καρποὺς συναγείρομεν, ἀναπεπαύ- 1 μεθά τε λοιπὸν ὑποκάτω συκῆς καὶ ἀμπέλου. καὶ συκῆ μὲν ἔσται γλυκύτητος σύμβολον, ἄμπελος δέ γε τῆς νοητῆς εὐφρασίας. γλυκὺς γὰρ λίαν τοῦ Σωτῆρος ὁ λόγος, καὶ
2 κατευφραίνειν εἰδὼς καρδίαν ἀνθρώπου, κατὰ τὸ γεγραμμένον. γλυκεῖα δὲ δὴ πρὸς τούτῳ καὶ εὐφροσύνης ἐπίμεστος ἡ εἰς τὸ μέλλον ἐλπὶς, ἢν ἐν Χριστῷ πεπλουτήκαμεν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.