1 Παῦλος, ὅτι “ἐν Χριστῷ, καινὴ κτίσις, καὶ τὰ ἀρχαῖα “παρῆλθε.” μετακεχώρηκε γὰρ ἐπὶ τὸ ἄμεινον, καὶ αὐτὴ τῶν πραγμάτων ἡ κατάστασις, οὐκέτι πολέμους καὶ μάχας 2 ὠδίνουσα, δύσοιστον ἔχοντας καὶ παμμόχθηρον ἀληθῶς κατὰ πάντων τὴν ἔφοδον. τὸ γὰρ μεταπλάττεσθαι μὲν τὰ
3 πολέμου πρὸς ἔργα γηπόνοις, καὶ ἕκαστον δὲ ἀναπαύεσθαι, φησὶν ὁ Προφήτης, ὑποκάτω συκῆς ἰδίας καὶ μὴν καὶ ἀμπέλου, μηδένα τε εἶναι τὸν δεδιττόμενον, τί ἂν ἕτερον ἡμῖν ὑπεμφήνειεν, ἢ ὅτι βαθεῖά τις ἔσται καὶ ἄῤῥηκτος
ἡ εἰρήνη, καὶ καιρὸς ἀπόλεμος; τετέλεσται δὲ ταυτὶ κατὰ τοὺς τῆς ἐπιδημίας καιρούς. καὶ γοῦν αὐτὸς ἔφασκεν ὁ Χριστός “Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν 4 ‘ἀφίημι ὑμῖν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.