ὄρος τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν. ἐκ γάρ τοι φησὶν 1 τῆς ἄνω Σιῶν, καὶ τῆς νοητῆς Ἱερουσαλὴμ ἐξελεύσεται νόμος καὶ λόγος κυροῦ. καταπεφοίτηκε γὰρ εἰς ἡμᾶς ἐξ οὐρανῶν ὁ τοῦ Θεοῦ Λόγος, ὃς καὶ γέγονεν ἡμῖν νόμος τε καὶ νομοθέτης, καὶ αὐτὸς κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἔθνη
ἰσχρρὰ ἕως εἰς γῆν μακράν. τί δ’ ἂν βούλοιτο δηλοῦν τὸ κρινεῖ καὶ ἐλέγξει, κατά γε τὸ εἰς νοῦν ἧκον ἐρῶ. τετυράννευκε κατὰ πάντων ὁ σατανᾶς, καὶ ὁμοῦ ταῖς σὺν αὐτῷ δυνάμεσι 2 πονηραῖς τῆς ὑφ’ ἡλίῳ κατεστρατεύετο, καὶ πᾶσιν ἐπιθεὶς τῆς πλεονεξίας τὸν ζυγὸν, ἀπεβουκόλησε Θεοῦ τὸ ἐπὶ τῆς
γῆς γένος. ἀλλ’ “Ἐπέρανεν ἡμῖν Θεὸς Κύριος,” κατὰ τὸ 3 γεγραμμένον, ὤφθη λοιπὸν ἐπὶ γῆς ὁ ἀγαθὸς ποιμὴν, καὶ τῆς μὲν ἐκείνου πλεονεξίας ἐξείλετο τοὺς πεπλανημένους, καταδεδίκακε δὲ τοὺς πλανήσαντας, καὶ διήλεγξε τοὺς ἠδικηκότας, τουτέστι “Τὰς ἀρχὰς, τὰς ἐξουσίας, τοὺς κοσμοκρά- 4
“τορας τοῦ αἰῶνος τούτου, τὰ πνευματικὰ τῆς πονηρίας 5 “ἐν τοῖς ἐπουρανίοις.” καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ Χριστὸς καθίστησιν ἐναργὲς λέγων “Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος 6 7 “τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται “ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς “ἐμαυτόν.” δεδίκακε γὰρ πολλοῖς καὶ ἀναριθμήτοις λαοῖς, δῆλον δὲ ὅτι τοῖς ἠδικημένοις, καὶ δεδικαίωκε μὲν αὐτοὺς ἐν ἐλέῳ καὶ πίστει. ἐκβέβληκε δὲ τὸν ἄρχοντα τοῦ αἰῶνος
τούτου, καὶ τῆς καθ’· ἡμῶν ἀπεσόβησεν ἀρχῆς, ἐλέγχων ὡς ἄδικον, ὡς ἀνόσιον, ὡς ἀνθρωποκτόνον, ὡς πλεονεκτήσαντα 8 τὴν ὑπ’ οὐρανόν. συνηλέγχοντο δὲ αὐτῷ πάντως που καὶ τὰ ἕτερα τῶν δαιμονίων ἔθνη, τὰ πάλαι δεινά τε καὶ ἰσχθρὰ, καὶ οὐ μίαν περιφοιτῶντα πόλιν, ἀλλ’ ἕως εἰς γῆν μακρὰν κατεσκεδασμένα,
τουτέστι, μέχρι περάτων τῆς ὑπ’ οὐρανόν. διενείμαντο γὰρ ὥσπερ τὴν γῆν, καὶ οὐδεὶς ἦν ὅλως τῆς ἐκείνων δυστροπίας ἄπειρος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.