“γωνιαῖον ἔντιμον, καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ κατ-
“αισχυνθῇ.” ἀλλ’, ὡς ἔφην, οἱ τῆς Σιῶν οἰκοδόμοι τὸν ἐκλεκτὸν καὶ ἔντιμον ἀπεδοκίμασαν λίθον· πλὴν εἰς κεφαλὴν 3 τέθειται γωνίας· βεβασίλευκε γὰρ ἡμῶν, καὶ τῶν ἐκ περιτομῆς 4 ὁ Χριστὸς, οὓς καὶ ἔκτισεν “εἰς ἕνα καινὸν ἄνθρωπον, 5
“ποιῶν ποιῶν εἰρήνην διὰ τοῦ σταυροῦ” καὶ ὥσπερ τινὰ γωνίαν συνείρων εἰς ὁμοψυχίαν ἐν Πνεύματι. γέγραπται γὰρ ὅτι “Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ 6 “μία.” ἐπειδὴ δὲ σύμμορφοι γεγόνασι δι’ ἁγιασμοῦ καὶ πίστεως τῷ ἀκρογωνιαίῳ καὶ ἐντιμοτάτῳ, καλῶς καὶ σοφῶς
ὁ θεσπέσιος αὐτοῖς ἐπιστέλλει Πέτρος “καὶ καὶ ὑμεῖς ὡς λίθοι 7 “ζῶντες ἐποικοδομεῖσθε οἶκος πνευματικὸς” “εἰς ναὸν 8 . “ἅγιον, ἐἰς ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι· κατῴκηκε 9 γὰρ ὁ Χριστὸς ἐν ταῖς τῶν πιστευόντων καρδίαις. καὶ περὶ 10 11 αὐτῶν που φησὶ διὰ προφήτου φωνῆς “Ὅτι ἐνοικήσω ἐν “αὐτοῖς αὐτοῖς καὶ ἐμπεριπατήσ “ἀῦτοις κὰι ἐμπεριπατήσω, καὶ ἔσομαι ἀυτῶν Θεὸς, καὶ “αὐτοὶ αὐτοὶ ἔσονται μοι λαός.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.