ἀκριβῆ τὴν κατάληψιν ἔχειν ὑποπλαττόμενοι, τὰ θυμήρη καὶ φίλα τοῖς προσιοῦσιν ἀπήγγελον, ψυχρὰ καὶ ἀπόπτυστα ζητοῦντες λημμάτια, καὶ ὀλίγων ὀβολῶν, ἢ “ κλάσματος 2 “ἄρτου,” ἄρτου, κατὰ τὸ γεγραμμένον, ψευδῆ πωλοῦντες ῥημάτια. τοῦτο δὲ μάλιστα κατέφθειρέ τε καὶ ἀπολώλεκε τὸν Ἰσραήλ.
φησὶν οὖν ὅτι πνεῦμα πονηρὸν ὡς παγίδα τῷ Ἐφραῒμ ἔστησε Ψεῦδος, καὶ ὥσπερ τι τῶν δηλητηρίων φαρμάκων ἐνεστάλαξεν 3 οἴνῳ τὴν δαιμονιώδη πλάνησιν, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀκρατέσιν ἀποφοραῖς μονονουχὶ καταμεθύοντα δέδειχεν αὐτόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.