1 ἐφιεμένους, διατροφὰς ζητεῖν καὶ σκεπάσματα, καὶ ὅσα 2 τοῖς σώφροσιν ἀπόχρη πρὸς τὸ βιοῦν. “Οἱ γὰρ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς ἐπιθυμίας πολλὰς καὶ “ἀνοήτους καὶ βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώ- “ποὺς εἰς ὄλεθρον καὶ ἀπώλειαν.” ἐπιζήμιον δὲ πρὸς τούτῳ
καὶ τὰς ἐν νυκτὶ σχολὰς τοῖς εἰς ἁμαρτίαν σκέμμασι δαπανᾶν· καλὸν δὲ ζηλοῦν τὸν μακάριον ψαλμῳδὸν πρὸς τὸν 3 τῶν ὅλων λέγοντα Θεόν “Μεσονύκτιον ἐξεγειρόμην τοῦ “ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.’’ 4 καὶ πάλιν “Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, ἐδίψησέ
5 “σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου.’’ καὶ πάλιν 6 “Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις “ἐμελέτων εἰς σέ.’’
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.