τινὰ τοῖς τῶν ἀλλοφύλων δήμοις, καὶ ἀναπείθειν πειρᾶται διακεῖσθαι λοιπὸν, ὡς οὐκ ἂν ἠσθένησεν ὁ σώζων Θεός. ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς αὐτὸν αἱ τοῦ Ἰούδα πόλεις, παραδέδονται τοῖς ἐχθροῖς. ἀρχηγὸς γάρ φησιν ἡ Λάχις ἁματρίας τῇ Σιῶν γινομένη, καὶ ἀποστασίας πρόφασις πρώτη
δέδοται τῷ Σεναχηρείμ. ἀπόλωλε δὴ οὖν ὁ Ἰσραὴλ, ὡς 1 ἀπό γε τῆς Λάχεως ἔξεστιν ἰδεῖν, οὐκ ἠρρωστηκότος Θεοῦ τὸ ἄναλκι· πολλοῦ γε καὶ δεῖ· τὸ πλανᾶσθαι δὲ μᾶλλον ἠρρωστηκὼς, καὶ ταῖς τῶν εἰδώλων λατρείαις ἀσυνέτως προσκείμενος.
2
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.