1 ὑμῖν χειρόκμητα καὶ πρὸς τοῦτο διάττει σθένους, ὡς ἀμογητὶ δύνασθαι τὰς ὑμῶν διασῶσαι πόλεις. οὐκοῦν ἀπὸ τῶν πραγμάτων φέρε δὴ φέρε καταθρήσωμεν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός· τίς ὁ παναλκὴς, καὶ ἄμαχον ἀπονέμων οἷς ἂν ἕλοιτο τὴν ἐπικουρίαν. ἥλωσαν μὲν γὰρ καὶ πεπόρ-
2 θηνταί φησιν αἵ τε τοῦ Ἰσραὴλ, καὶ αἱ παρ’ ὑμῖν δὲ πόλεις, καὶ κοινὴν ὥσπερ ἀνέτλητε συμφοράν. ποία δὴ οὖν ἄρα πόλις ἐν ὀδύναις οὖσα καὶ τοῖς περὶ τῶν ἐσχάτων δείμασι· τοῦτο γάρ ἐστι τὸ κατοικοῦσα ὀδύνας διανένευκεν ἀδοκήτως 3
εἰς ἀγαθὰ, τουτέστιν, εἰς εὐθυμίαν καὶ εὐημερίαν; ἆρα μία τῶν παρ’ ὑμῖν; οὐδαμῶς φησὶν, ἀλλ’ ἢ ἐμὴ πάλιν ̔ Ιερουσαλήμ. κατεβη μὲν γὰρ ἐπ’ αὐτὴν παρὰ Κυρίου κακα, τουτέστιν, ἐγὼ λελύπημαι καὶ πεπαίδευκα, καὶ τὸν Ἀσσύριον αὐτοῖς ἐπενήνοχα, καὶ ἐξ ἐμῆς ὀργῆς ἡ κατ’ αὐτῶν γέγονε
κάκωσις. πλὴν ἀπέσβη καὶ λέλυται, τῆς ἐμῆς νικώσης χειρὸς καὶ παραδόξως ἐκρυομένης τοὺς τὰ ἐμὰ σέβοντας 4 κράτη. μέχρι γὰρ πυλῶν ἔστη τὸ λυποῦν. ἴσμεν δὲ ὅτι πολλὴν ἵππον ἔχων ὁ ̔Ραψάκης ἀφίκετο μὲν ἐν τοῖς ̔Ιεροσολύμοις, μόνον δὲ οὐχὶ καὶ αὐτῶν ἥψατο πυλῶν, εἷλε δὲ
οὐδαμῶς· δεδαπάνηται γὰρ ὁ Ἀσσύριος ἐν μιᾷ νυκτί. καὶ 5 γοῦν τεθρηνήκασιν οἱ ἐν τοῖς ̔Ιεροσολύμοις, ὡς αύτίκα δή μάλα τεθνηξόμενοι, ἄυπνόν τε κλαίοντες διατετελέκασι νύκτα· σκιδναμένης δὲ τῆς ἠοῦς, ὤφθη τὸ παράδοξον. ἔκειντο γὰρ εἰς γῆν ἀναρίθμητοι νεκροὶ, ὡς ἀνασκιρτῶντας λέγειν τοὺς 6
διὰ Θεοῦ παραδόξως νενικηκότας καὶ σεσωσμένους “Τὸ 7 “ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωὶ ἀγαλ- “ λίασις.” ὁρᾷς οὖν ὅπως πρώτη τε καὶ μόνη παρὰ τὰς ἄλλας πόλεις ἤρξατο διανεύειν εἰς ἀγαθὰ, καίτοι κατοικοῦσα ὀδύνας; οὐ γὰρ περιόψεται παντελῶς τοὺς ἰδίους Θεὸς, ἀλλὰ
παιδεύσας συμμέτρως, ἀνασώζει πάλιν, καὶ τῆς αὐτῷ πρεπούσης εὐκλείας οὐ μετρίαν ποιεῖται φροντίδα, κἂν εἰ προσκρούωμεν ἡμεῖς. ἔφη γάρ που δι’ ἑνὸς τῶν προφητῶν “Οὐ 8 “δι’ ὑμᾶς ἐγὼ ποιῶ, λέγει κύριος, ἀλλ’ ἢ δία τὸ ὄνομά μου.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.