λαμπρὰν καὶ ἐπίσημον Αἰγύπτου πόλιν κατασημαίνει. εὐσθενεῖται δὲ ὅτι πίων ἡ χώρα, καὶ ληίοις κατάκομος, πῶς ἔστιν ἀμφιβαλεῖν; Σεναὰρ τοίνυν φησὶν ἤτοι Σενὰν ἡ καλῶς τὰς ἑαυτῆς οἰκοῦσα πόλεις. ἥξει δὲ ὁ λόγος κατὰ τῶν οἰκούντων αὐτάς· αὐτάς· οὐκ ἐπεδάκρυσε τοῖς ἐγγὺς οἰκτρῶς καὶ ἀθλίως
διολωλόσιν· οὐκ ἐξῆλθε κόψασθαι τὸν ἐχόμενον οἶκον, τουτέστιν, 2 οὐ τεθρήνηκε τοὺς ἐκ γειτόνων. ἐγγὺς δὲ τῆς Ἰουδαίας ἡ Σενναὰρ, ὡς ἔφην, καὶ μέντοι καὶ ἡ Σενὰν, τουτέστιν ἡ Αἰγυπτίων. διαπίπτοντι δὲ καὶ πεπορθημένῳ τῷ Ἰσραὴλ, οὐκ ἐπήλγησε μᾶλλον, ἀλλ’ ἐπετώθασεν, ἐπέχαιρε δὲ καὶ αὐτὴ, 3 4 καθάπερ οἱ ἀπὸ Γὲθ καὶ Ἐνακείμ. τί οὖν Ἰσραήλ; ἆρα γελάσουσιν εἰκῆ τὰ περίοικα τῶν ἐθνῶν, καὶ ταῦτα δρώντων ἐκείνων ἀνεξικακήσει Θεός; ἀνέξεται δὲ παρ’ ἐχθρῶν γελωμένης 5 αὐτοῦ τῆς δόξης; οὐδαμῶς, φησὶν, ἀλλ’ ἐξ ὑμῶν ἤτοι δι’ ὑμᾶς λήψεται πληγὴν ὀδύνης· τουτέστι, καταδῃωθήσεται
καὶ αὐτὴ ταῖς ἄλλαις ὁμοῦ. πεπόρθηται δὲ καὶ ἡ Σεννααρ, καὶ μέντοι καὶ Αἴγυπτος, καταθέοντος αὐτὴν Σεναχηρείμ. 6 Δεῖ δὴ οὖν ἄρα καὶ τὸν ἑστῶτα καλῶς φοβεῖσθαι μὴ πέσῃ, καὶ ῥίπτειν μὲν ὡς ἀπωτάτω τὸ τοῖς πεπονθόσιν ἐπιμειδιᾶν, 7 “Κλαίειν δὲ μᾶλλον μετὰ κλαιόντων” καὶ μὴ ταῖς ἑτέρων ἐξοφρυοῦσθαι συμφοραῖς, ἐκδεδιέναι δὲ μᾶλλον τὸ τοῖς ἴσοις περιπεσεῖν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.