“ παρακαλέσατε οἱ ὀλιγόψυχοι τῆ διανοίᾳ, ἰσχύσατε, μὴ “ φοβεῖσθε· ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βρα- 3 “ χίων μετὰ κυρείας.’’ ὡς γὰρ αὐτὸν δὴ μάλα παρεσόμενον, μᾶλλον δὲ καὶ ἤδη παρόντα καταδεικνὺς, ἀποφαίνεται σαφῶς, ὅτι καὶ ὁ τῆς ἐπιδημίας αὐτοῦ τῆς ἐν τῷδε τῷ κόσμῳ καιρὸς,
οὐκ εἰς ἀνάβλησιν ἔσται μακράν. ὅτι δὲ τῆς οἰκονομίας ἡ δύναμις οὐκ εὐκαταφρόνητος ἔσται τισὶν, οὐδ’ ἃν γένοιτο τοῖς 4 ἀπειθοῦσιν οἰστὴ, διδάσκει λέγων Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; καὶ εἴσοδον μὲν ὀνομάζει τὴν ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς
εἰσβολὴν τοῦ Μονογενοῦς· ὀπτασίαν δὲ τὴν οἷον ἐμφάνειαν. ἄορατος γὰρ κατὰ φύσιν ὑπάρχων ὡς Θεὸς, γέγονεν ἐμφανὴς, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀναλαβών. προανακεκράγει δὲ τοῦτο σαφῶς καὶ ὁ μελῳδὸς ἐν πνεύματι λέγων “ ῾Ο Θεὸς 5 6 7 “ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.” 8 “ Γέγονε γὰρ σὰρξ ὁ Λόγος,” καθά φησιν ὁ θεσπέσιος Ἴωάννης, “ καὶ ἐσκήνωσεν ἐν ἡμῖν,” καὶ ἐν δούλου γέγονέ μορφῇ. καὶ “ τοῖς μὲν ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ” φορτικὸς μὲν οὐδαμῶς· γέγονε δὲ μᾶλλον ἤπιός τε καὶ
πρᾶος, καὶ ζωῆς τῆς εἰς αἰῶνα δοτήρ. ἔφη δέ που περὶ 9 αὐτοῦ καὶ ὁ Θεὸς καὶ Ηατήρ “ Ἴδοὺ συνήσει ὁ παῖς μου ὁ “ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, “ οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντεθλασμένον “ οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει·
10 “ ἀλλ᾿ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν.” πλὴν τοῖς ἀτιμάζουσι τὴν δι᾿ αὐτοῦ σωτηρίαν, καὶ τὴν διὰ πίστεως κάθαρσιν οὐ προσιεμένοις, συνέβη παθεῖν τὰ πάντων αἴσχιστα τῶν κακῶν· διολώλασι γὰρ οἱ τάλανες. τοιγάρτοι καὶ ἔφασκε 11 ταῖς Ἰουδαίων ἀγέλαις “ Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ
“ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε,” 12 “ ἔφη δέ που καὶ ὁ Ἰωάννης “Ὁ πιστεύων εἰς “ αὐτὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι 13 “ μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ.” προσἐφώνει 14 δὲ καὶ ὁ βαπτιστὴς τοῖς ἐξ Ἰσραήλ “ Ἤδη δὲ καὶ ἡ
“ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον “ μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.” “ οὐκοῦν τοῖς μὲν ἀπειθοῦσιν ἀφόρητος καὶ οὐ λίαν οἰστὸς, τῆς τε εἰτυ καὶ τῆς ὀπτόισiας αὐτοῦ γέγονεν ὁ καιρός. ἠλέγχοντο γὰρ, ὡς αὐτοὶ τὰς σφῶν διολλύντες
ψυχὰς, καὶ ταῖς ἑαυτῶν ἁμαρτίαις ἐντεθνηξόμενοι, διά τοι τὸ μὴ ἑλέσθαι φρονεῖν ὀρθῶς, προσήκασθαί τε εἰς νοῦν καὶ 15 καρδίαν τὴν διὰ πίστεως κάθαρσιν. τίς τοίνυν φησὶν ὑπομενῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποττήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; τουτέστι, τίς δὴ ἄρα τοσοῦτον ἔσται δεινός τε καὶ
16 ἀπηνὴς, ὡς ἐν καιρῷ καὶ ἡμέρᾳ τῆς εἰς τὸν κόσμον εἰσβολῆς αὐτοῦ· δῆλον δὲ ὅτι τῆς μετὰ σαρκὸς, δι’ ἧς ἃν γένοιτο καὶ ἁπτὸς, ἤγουν ὁρατὸς· ὑποστῆναί τε καὶ ἀθραύστως ἔχειν; κολασθήσεται γὰρ πάντη τε καὶ πάντως, καὶ πικρὰς τῆς
ἀπονοίας ἀποτιεῖ δίκας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.