ἐκ πρώτων, ἵν οὕτως εἴπωμεν, χρόνων, καθ’ οὓς κέκληται πρὸς θεογνωσίαν ὁ Ἰσραὴλ, ὅτε τοὺς ἐν Χωρὴβ κεχρησμῴδηκε νόμους διὰ Μωυσέως Θεός. καταβέβηκε μὲν γὰρ ὁ 1 τῶν ὅλων Θεὸς ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐφαίνοντο δὲ καπνοὶ μὲν καὶ φλόγες ὑψοῦ τε διάττουσαι, καὶ πολὺ
τοῖς θεωμένοις ἐμποιοῦσαι τὸ δεῖμα· σκότος δὲ ἦν, καὶ γνόφος, καὶ θύελλα, καὶ “ φωνὴ τῆς σάλπιγγος ἤχει Exod 2 “ μέγα.’’ τότε δὴ τότε περίφοβοι γεγονότες οἱ υἱοὶ Ἰσραὴλ προσήεσαν λέγοντες τῷ μεσίτῃ καὶ παιδαγωγῷ· Μωυσῆς 3 οὗτος ἦν· “ Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω ἡμῖν ὁ “ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.” καὶ δὴ πρὸς ταῦτα Θεός 4 “ Ὀρθῶς, φησὶ, πάντα ὅσα ἐλάλησαν· Προφήτην αὐτοῖς
“ ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω “ τοὺς λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς “ κατὰ πάντα ὅσα ἐντείλωμαι αὐτῷ.’ ὁρᾷς ὅπως ἐκ μακρῶν τῶν ἄνωθεν χρόνων προανεφώνει Χριστὸν τὸ γράμμα τὸ ἱερόν; ἀλλὰ καὶ αὐτὰς εἰ δὴ βούλοιτό τις βασανίζειν τὰς
τοῦ νόμου σκιὰς, Χριστὸν εὑρήσει γραφόμενον, καὶ τὸ 5 ἐπ’ αὐτῷ μυστήριον. καὶ γοῦν ἔφασκεν Ἰουδαίοις “ Εἰ “ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ 6 “ ἐκεῖνος ἔγραψε.” πλήρωμα γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ
δόξα σὺν τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.