1 ἔφασκε “ καὶ εἰσεφέρετε τὰ ἁρπάγματα καὶ τὰ χωλὰ “ καὶ τὰ ἐνοχλούμενα,” προσεπῆγεν δὲ τούτοις “ καὶ ἐλαμ- “ βάνετε πρόσωπα ἐν νόμῳ.” τιμῶντες γὰρ οὐ κατὰ τὸ εἰκὸς, καὶ δι’ αἰδοῦς ἀκαίρου ποιούμενοι τῶν προσιόντων τινὰς, 2 κατεδίκαζον οὐχ ὁσίως τοὺς ἀσθενεστέρους, καὶ πλεονεξίας
ἐπῆγόν τισιν, οὐ τὰ δίκαια κρίνοντες, κατά γε τὸν νόμον, ἀλλ’ ἐτεραχθῆ καὶ ἄνισον τὴν ψῆφον ἐκφέροντες· ἢ τάχα που καὶ διαρπάζοντες τοὺς οὐδαμόθεν αὐτῇ προσήκοντας κλήρους· ἐφηδόμενοι δὲ καὶ δωροδοκίαις, καὶ ταῖς τῆς ἱερω- 3 συνῆς τιμᾶις κατακεχρημένοι, καὶ τῶν ὕπο χεῖρα κατεπαιρομενοι. ταύτην ἔχοντας τοῦ βίου τὴν ἀγωγὴν τὴν οὕτω δυσκλεᾶ καὶ ἐκνομωτάτην, καταθεώμενοί τινες τῶν τὰς ἀδικίας ὑπομεμενηκότων, μονονουχὶ καὶ τεθήπεσαν. οὐ γὰρ 4
ἦν τις ἐπ’ αὐτοῖς ἐπίπληξις παρὰ Θεοῦ, καὶ τὰ ἐξ ὀργῆς ἔσθ’ ὅτε συμβαίνοντα τοῖς εἰωθόσι καταφρονεῖν· ἦσαν δὲ μᾶλλον ἐν εὐπαθείαις καὶ τρυφαῖς. πρὸς δὴ τὰ τοιαῦτα δεδυσφορηκότες, καὶ τὴν ἀσύγκριτον ἡμερότητα τοῦ Θεοῦ τάχα που λοιπὸν εἰς νοῦν ἔχειν οὐκ ἀνεχόμενοι, μονονουχὶ
καὶ κατακεκράγασιν ἐκ μικροψυχίας λέγοντες Πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον αὐτοῦ καὶ ἐν αυτοις αυτος νυδοκησε, τουτέστι, τάχα που καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ 5 ὁ τῶν πονηρῶν ἐργάτης· ἐφήδεται δὲ τοῖς οὕτως αἰσχρῶς διαβιοῦν ᾑρημένοις. εἰ γὰρ μὴ τοῦτο, φασὶν, ἀληθὲς, ποῦ
ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης; ἔδει γὰρ ἔδει τῆς δικαιοσύνης τὸν πρύτανιν μὴ τοσοῦτον ἀνεξικακῆσαι πλεονεκτοῦσιν ἱερουργοῖς, καὶ καταμιαίνουσι τὸ θυσιαστήριον, ἄδικά τε καὶ ἀνόσια καὶ τὰ ἔξω νόμου δρᾶν ὅτι μάλιστα διεσπουδακόσι. καὶ ταυτὶ μὲν εἶεν ἂν τῆς ἐπισυμβάσης αὐτοῖς
μικροψυχίας ἐγκλήματα. ἰστέον δὲ ὅτι, κατά γε τὴν τῶν προκειμένων δύναμιν, παροτρύνουσι τὸν Θεὸν οἱ ταῖς οὕτως 6 ἀπαιδεύτοις κεχρημένοι φωναῖς. μονονουχὶ γὰρ καὶ ἐπιτιμᾶν ἐγνώκασιν ἀνεξικακοῦντι Θεῷ, περιμένοντί τε, καὶ μάλα χρηστῶς, τῶν πεπλανημένων τὴν ἐπιστροφὴν καὶ τῶν εἰς
ἁμαρτίαν ὠλισθηκότων τὴν εἰς τὰ ἀμείνω μεταστροφήν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς ὀκνοῦσί τε καὶ ἀναδυομένοις ἔτι τὴν μετάγνωσιν ἐπετίμα λέγων “Ἢ τοῦ 7 “πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς “μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ
“Θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά d 8 “ σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν “ ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ “ Θεοῦ.” οὐκοῦν προσκρούουσι μὲν πάντη τε καὶ πάντως οἱ ταῖς οὕτω ψυχραῖς ὀλιγοψυχίαις ἡττώμενοι καὶ ἀχάλινον ἐπὶ Θεῷ τὴν γλῶτταν ἀνέντες, ἔνοχοι δὲ πλημμελείας εἶεν
ἂν οἱ τῆς ἀρρωστίας αὐτοῖς διδόντες τὰς ἀφορμάς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.