καὶ ἐπαινέσει Θεὸς, παραδεξάμενος δὲ τιμήσει καὶ εὐλογήσει. εἶναι ’δε φημι τῶν ἀναγκαίων εἰς ὄνησιν τὸ καὶ ἑτέραν τοῖς προκειμένοις ἐφαρμόσαι διάνοιαν. ἐπάρατον μὲν γὰρ ἐποιεῖτο, καὶ μάλα δικαίως, ὁ τῶν ὅλων Θεὸς τὸν βεβηλοῦντα τῶν 1 πατέρων τὴν διαθήκην, διὰ ’δε γε τοῦ ὀθνείαις συνάπτεσθαι
γυναιξὶν, ἐξωσθεισῶν τῶν ἐκ γένους καὶ ἐπ’ οὐδεμιᾷ πολλάκις αἰτίᾳ κατεγνωσμένων. ᾐτιᾶτο δὲ πρὸς τούτοις τῶν ἱερέων τινὰς, ὡς λαμβάνοντας πρόσωπα ἐν νόμῳ, καὶ δὴ 2 καὶ ἔφασκεν “Ἐξολοθρεύσει κύριος τὸν ἄνθρωπον τὸν πόμ’ 3 “ οῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ,
“ καὶ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτουρι.” εἶτα τούτοις προσέθηκεν εὐθύς Ἐκαλύπτετε δάκρυσι τὸ θυσιασιήριον κυριοῦ καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων. τὸ δέ 4 Ἐκαλύπτετε, νοητέον ἀντὶ τοῦ Πληροῦσθαι παρεσκευάζετε θρήνων καὶ οἰμωγῆς τὸ θεῖον θυσιαστήριον. γύναιά τε γὰρ
τὰ παραλόγως ἐξωσμένα, καὶ οἱ κρίσιν ἄδικον τὴν παρ’ ὑμῶν τῶν ἱερέων ἐκτόπως ὑπομεμενηκότες περιίστανται τὸ θυσαστήριον, τοὺς τῆς ἀδικίας ἀνοιμώζοντες τρόπους καὶ ἐκ κόπων τῶν αὐτοῖς ἐπενηνεγμένων δακρυρροοῦντες ἀσχέτως. εἶτα πῶς ἄρον ἐπιβλέψαι φησὶν εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν 5
ἐκ τῶν χειρῶν ὑμῶν ; ὥσπερ γάρ ἐστιν ἀληθὲς τὸ ἐν βίβλῳ τῶν παροιμιῶν γεγραμμένον “ Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώ- 6 “ μάτος ἑταίρας· ” οὕτως οὐκ ἂν λογισθείη καθαρός τε καὶ ἄμωμος ἱερεὺς, εἰ τοῖς θείοις θεσπίσμασιν ἐρρῶσθαι μονονουχὶ φράσας, καὶ τὸν πρέποντα τῆς ἱερουργίας πατήσας 7 θεσμὸν, ὡς κατ’ οὐδένα τρόπον προσκεκρουκὼς προσάγοι τὸ θῦμα. φοβερὸν οὖν ἄρα τὸ ἀνίπτοις ὥσπερ χερσὶν 8 ἱερουργεῖν τῷ Θεῷ. χρῆναι γὰρ ἔγωγε φημι παντὶ σθένει κεκαθαρμένους κατά γε τὸ ἐφικτὸν τῆς οὕτω σεπτῆς ἅπτεσθαι λειτουργίας. ἔξω γὰρ ὁ τοιόσδε καὶ ἁπάσης αἰτίας
καὶ τῶν ἐξ ὀργῆς εὑρίσκεται κινημάτων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.