1 καὶ τὴν πίστιν ἔχοντες οὐκ ὀρθήν. ἀλλογενεῖς γὰρ οὗτοι 2 καὶ βαρβαρόφωνοι καὶ “λαλοῦντες διεστραμμένα·” οἷς εἰ ἐπιμίσγεται τις, πάντη τε καὶ πάντως καταμιανθήσεται. 3 γέγραπται γὰρ “Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται.” ἐξὸν οὖν ἄρα καρποφορεῖν νοητῶς ἐν Ἐκκλησίᾳ Χριστοῦ,
τίς ἂν γένοιτο λόγος τοῦ θέλειν ἑτέραις οἱονείπως συνάπτεσθαι, καὶ κοινωνεῖν βεβήλοις συναγωγαῖς, καὶ καταθήγειν ἐφ’ ἑαυτοῖς τὸν τῶν ὅλων Θέον;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.