γὰρ τῶν ἀνιαρῶν οὐ συνέβη παθεῖν αὐτούς; ἢ ποίαις οἱ τάλανες οὐ κεκοινωνήκασι συμφοραῖς; ἀλλ’ εἰ βούλεσθε, 1 φησὶν, ἀναμαθεῖν τὰς αἰτίας τῆς ἐφ’ ὑμῖν γεγενημένης 2 ὀργῆς, ἀκούσεσθε λέγοντος Ἀνθ’ ὧν ὑμεῖς οὐκ ἐφνλάξασθε τὰς ὁδούς μου όἰλλ’ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ. τοῦτο οἶμαί ἐστι τὸ διαφθεῖραι τὴν διαθήκην τοῦ Λευὶ, τὸ μὴ τηρεῖν 3
ἑλέσθαι τῆς ἐν νόμῳ ζωῆς τὴν ὁδὸν, ἐκτοπωτάτας δὲ λίαν καὶ τὰς ἐφ’ ἑκάστῳ πράγματι ποιεῖσθαι κρίσεις, καίτοι Θεοῦ λέγοντος ἐναργῶς “Ου λήψῃ πρόσωπον ἐν κρίσει, κάτα ’τον 4 “μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς.” δι’ ὧν δέ φησιν, ὡς ταύτης ἕνεκα τῆς αἰτίας δέδονται τοῖς ἐχθροῖς καὶ γεγόνασιν 5
ἀπεῤῥιμμένοι, διὰ τούτων αὐτῶν εὐφυᾶ ποιεῖται τὴν ἀπειλὴν, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, οὐδ’ ἂν αὐτὸς ἀπόσχοιτο τοῦ κολάζειν αὐτοὺς, ἕψεται δὲ τοῖς ὑβρίζουσι τὸν νόμον ἡ τοῖς τοῦτο δρᾶν εἰωθόσι πρέπουσά τε καὶ ἁρμοδιωτάτη δίκη.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.