οὕτω καὶ τῆς ἀρετῆς τὸ κάλλος ἐμφανεστέραν ἔχει τὴν ἔνδειαν, εἰ δὴ παρακέοιτό τις φαυλότης ἢ ἁμαρτία. οὐκοῦν 3 4 διεβίωσαν τινες μὲν ἱεροπρεπῶς, ἐν εἰρήνῃ κατευθύνοντες ἑαυτούς τε καὶ ἑτέρους, καὶ ἦσαν μετὰ Θεοῦ, καὶ πολλοὺς 5 ἐπέστρεψαν ἀπὸ ἀδικίας. πεφορέκασι γὰρ ἐν χείλεσι γνῶσιν, 6 καὶ ἀκριβεῖς γεγόνασι τῶν θείων λόγων ἑρμηνευταί. οἱ δὲ δὴ μετ’ ἐκείνους, καὶ πρὸς οὓς ὁ λόγος, ἐκκεκλίκασιν ἐκ τῆς
ὁδοῦ· παρώλισθον γὰρ τοῦ εἰκότος, σφᾶς τε αὐτοὺς καὶ ἑτέρους οὐ μετρίως ἠδίκησαν· καὶ πολλοὺς ἠσθένησαν ἐν νόμω, τουτέστιν ἀσθενεῖς καὶ ἀδρανεστάτους ἀποτετελέκασι περί γε τὸ δεῖν ἑλέσθαι βιοῦν ἐννόμως. εἰ γὰρ ἔξω τοῦ πρέποντος οἴχεται τὸ ἡγούμενον, πῶς ἦν μὴ οὐχὶ πάντη τε καὶ πάντως
συναποφοιτῆσαι τὸ ὑπήκοον, καὶ τοῖς προὔχουσι συγκατο- 7 λισθεῖν τὸ ἐν μοίρᾳ τῇ καταδεεστέρᾳ, καὶ ὡς ἐν συνέσει μειονεκτούμενον; ὥσπερ γὰρ ἔννομός τε καὶ ὅσιος ἱερεὺς μιμητὰς ἐργάσεται τῶν ἰδίων κατορθωμάτων τοὺς ὑπὸ χεῖρα λαούς· οὕτως καὶ τὸ ἐναντίον. εἰ γὰρ αὐτοὶ διεφθάρκασι τὴν
διαθήκην τοῦ Λευὶ, πῶς ἦν εἰκὸς τοὺς παρ’ αὐτῶν μεμυσταγωγημένους σεπτὸν ἡγεῖσθαι τὸν νόμον;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.