πεπόρευται δὲ, κατευθύνων ἐν εἰρήνῃ μετὰ Θεοῦ, διατρανοῖ 1 λέγων, ὡς πεφόρεκε μὲν ἐν χείλεσιν, ἤγουν ἐπὶ γλώττης, παντὸς τοῦ πρὸς ζωὴν ἀναγκαίου τὴν γνῶσιν, γέγονε δὲ 2 “παιδευτὴς ἀφρόνων, διδάσκαλός τε νηπίων,” καὶ τοῖς ἐθέλουσιν ἀναμαθεῖν τὸ τῷ νόμω δοκοῦν ἀληθής τε καὶ ἀπλανέστατος
ἐξηγητὴς, οὐχ ἑτέρωσε ποι μετατρέπων τῶν θείων 3 λογίων τὸν νοῦν, οὔτε μὴν διδάσκων διδασκαλίας, ἐντάλ- “μάτα ἀνθρώπων· ἀλλ’ οἷον ἄγγελος Θεοῦ διαλευκαίνων εὖ μάλα τοῖς ὑπὸ χεῖρα λαοῖς τὸ ἀμυδρῶς ἔσθ’ ὅτε χρησμῳ- 4 δούμενον. ἀπαγγέλλει γὰρ οὐ τὸ οἰκεῖον θέλημα, οὔτε μὴν
τοὺς ἀπὸ γνώμης ἰδίας ἐρεύγεται λόγους· ὑπηρετεῖ δὲ μᾶλλον Δεσποτικοῖς θεσπίσμασι. φαίην δ’ ἃν, ὅτι καὶ ἀληθὲς ἐν 5 τούτοις τὸ εἰρημένον ἐν βίβλῳ παροιμιῶν “Θησαυρὸς ἐπι- 6 “ θυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ “ ἄνδρες καταπίονται αὐτόν.’’ πρὸς ἐπαίνου δ’ ἂν γένοιτο τοῖς ἀπαγγέλλουσί τι παρὰ Θεοῦ, τὸ μηδὲν οἷς ἀπαγγέλλουσι
προστιθέναι πλέον, μήτε μὴν ὑφαίρεσίν τινα ποιεῖσθαι τολμᾶν. τοῦτό τοι μικροῦ παντελῶς ἀξιοῦντες λόγου, τὰ 7 τῶν Φαρισαίων ἀνόσια στίφη λήρου εἰς τοῦτο κατώλισθον ἀμαθῶς, ὡς διδάσκειν μὲν “διδασκαλίας, ἐντάλματα ἀν- 8 “θρώπων,” διὰ δέ γε τὴν σφῶν παράδοσιν τὰς θείας
ἀκυροῦν ἐντολάς. τοιαῦτα γὰρ γέγονεν αὐτοῖς παρὰ Χριστοῦ τὰ ἐγκλήματα. ἀσφαλὴς οὖν ὁ νόμος περὶ τῶν θείων λογίων· τὸ γὰρ ἐπ’ αὐτῶν οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ’ αὐτῶν οὐκ 9 ἔστιν ἀφελεῖν. φυλάξεται τοίνυν τῶν ἱερέων τὰ χείλη τὴν τοῦ νόμου γνῶσιν, καὶ αὐτὸν ἀπαγγελεῖ προστιθεὶς οὐδέν. 10
ταύτῃτοι καὶ ἄγγελος ὀνομάζεται Κυρίου πωντοκράτορος, καίτοι τὴν φύσιν ἄνθρωπος ὢν, ὅτι τὸ τῷ Θεῷ δοκοῦν ἀπαγγέλλει σαφῶς, καὶ νόμον ἔχει τῆς γλώττης τὸ κίνημα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.