ἐννομωτάτην ζωήν; οὕτω καὶ ὁ θεῖος ἡμῖν προσπεφώνηκε Παῦλος “Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς 2 “Θεόν.” οὕτω μὲν γὰρ τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην εἰδότες τιμῶμεν. ἀνάπτοντες δὲ τῆ κτίσει τὸ σέβας, καὶ κατακρατούσης τῶν ἡμετέρων ἐννοιῶν τῆς βεβήλου τε καὶ
ῥυπαρᾶς ἁμαρτίας, ἀνθεστήκαμεν τῷ Δεσπότῃ, καὶ οἷον ἀντανιστάμεθα πρὸς μάχην αὐτῷ, σκληρὸν αἴροντες τὸν 3 αὐχένα, καὶ τὸ ἀπειθὲς καὶ δυσήνιον μελετῶντες ἔτι. καὶ πιστώσεται λέγων τοῦ Σωτῆρος ὁ μαθητής Οὐκ οἴδατε ὅτι 4 “ἡ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστιν ; ὃς ἐὰν βου-
“λήθῃ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθί- “σταται.” ἐπιστρέψαντας δὲ πρὸς τὸν τῶν ὅλων Θεὸν διὰ τῆς πίστεως, καὶ τῆς ἁμαρτίας ἀνῃρημένης, τὸ μεσολαβοῦν οὐδὲν, οὐδ’ ἂν ἀπείρξειέ τις τῆς πρὸς αὐτὸν οἰκειότητος, 5 κολλώμεθα δὲ ὥσπερ αὐτῷ διὰ πάσης ἐπιεικείας, βαδιούμεθά 6 τε δἰ εὐθείας ὁδοῦ, καὶ τὴν καλὴν ἀληθῶς πορευσόμεθα τρίβον, ἀπευθύνοντες εἰς αὐτὴν ἑαυτούς τε καὶ ἑτέρους.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.