ἀληθῆ τε καὶ ἀδιάστροφον ποιεῖσθαι φιλεῖν. ἔοικε δὲ πάλιν 2 ἀλήθειαν ὀνομάζειν ὀνόμαζε ἱν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, οὗ τὸν νόμον ἐν χείλεαι πεφορεκέναι φησὶ τοὺς βιοτεύοντας ἱεροπρεπῶς. εἰ γὰρ καὶ ἦν, ὡς ἔφην, ἐν σκιαῖς ὁ νόμος, ἁλλ’ ἦν ἐν αὐτῷ τῆς ἁληθείας ἡ μόρφωσις, καὶ τῶν εὐαγγελικῶν
θεσπισμάτων ἡ ὡς ἐν γράμμασιν ὑποτύπωσις. εὑρήσομεν γὰρ ἐν τοῖς τύποις τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν. 3 ὅτι δὲ Χριστοῦ νόμος ἦν καὶ ὁ πάλαι τοῖς ἀρχαίοις διὰ Μωυσέως κεχρησμῳδημένος, ἀναπείσει λέγων αὐτὸς ὁ Σωτῆρ’ 4 “Μη νομίσητε ὅτι ἦλθον καταλύσαι ’τον νόμον ἤ τοὺς 5 “προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. ἀμὴν
“γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα “ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἃν “πάντα γένηται.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.