τὸ Δεσποτικὸν, αἰδῶ τε τὴν εἰς αὐτὸ ποιεῖσθαι δεῖν ἀναπείθων οὐ πάρεργον, ἁλλ’ ἐσπουδασμένην· οὗ τί ἃν γένοιτο 2 τιμαλφέστερον ; γέγραπται γὰρ, ὅτι “Ὁ φοβούμενος τὸν 3 “Κύριον, οὗτος ὑγιαίνει.” καὶ πάλιν “Φόβος κυρίου δόξα “καὶ καύχημα.” μεμαρτύρηκε τοίνυν τοῖς ὁσίως καὶ ἀληθῶς
ἱερατευκόσι τὸ βεβηκὸς εἰς ἀσφάλειαν. οὐ γὰρ ἁπλῶς πεφοβῆσθαί 4 φησιν αὐτοὺς, ἀλλ’ ἐν φόβῳ πεφοβῆσθαι, τουτέστιν ὡς ἐν ὅλῃ ψυχῇ καὶ καρδίᾳ τὸν θεῖον εἰσδέξασθαι φόβον. αἱ γὰρ ἐπιτάσεις ἐν τούτοις, καὶ ὁ τῶν λέξεων ἀναδιπλασιασμὸς τὸ ἐρηρεισμένον εἰς ἀρετὴν τῶν ἐπαινουμένων τοῖς
ἀκροωμένοις κατασημαίνουσιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.