τύπωσιν ἐμφανῆ τῶν ἀληθεστέρων· ἡ δὲ ἀλήθεια ὁ Χριστὸς, ὅς ἐστι ζωὴ καὶ εἰρήνη, καὶ αὐτὸν ἡμῖν αἱ διὰ Μωυσέως γράφουσι σκιαί. τοιγάρτοι καὶ ἔφασκεν Ἰουδαίοις προσλαλῶν Εἰ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ· 2 “γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.” αὐτὸν ἐδήλου σφαζόμενος
ἀμνὸς ἐν μηνὶ τῷ πρώτῳ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, καὶ 3 ἀνασώζειν ἐθέλων τῷ αἵματι τοὺς χρίειν ἐθέλοντας τἃς τῶν οἶκων φλιάς· αὐτὸν ἡ δάμαλις ἡ πυρρά τε καὶ ἄμωμος, ἧς ἡ 4 σποδιὰ μεθ’ ὕδατος ἡγίαζε τοὺς κεκοινωμένους πρὸς τὴν 5 “τῆς σαρκὸς καθαρόnιτα,” καθὰ γέγραπται· αὐτὸν ὁ ἄζυμος 6
ἄρτος, αἱ τρυγόνες, οἱ νεοττοὶ τῶν περιστερῶν, καὶ απαξαπλῶς 7 ἔμπλεως ἦν ὁ νόμος τῆς ἐπὶ Χριστῷ θεωρίας. εἰκότως οὖν λέγεται Διόιθήκη ζωῆς καὶ εἰρήνης. ζωοποιηθέντες γὰρ ἐν αὐτῷ, δἰ αὐτοῦ δὴ πάλιν τὴν προσαγωγὴν ἐσχήκαμεν 8 τὴν πρὸς τὸν Θεὸν καὶ Πατερα, εἰρηνεύομέν τε πρὸς αὐτὸν
δἰ ὑπακοῆς καὶ πίστεως.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.