καθάπερ ἔφην ἀρτίως, τὸ ἄμωμόν τε καὶ ἄρσεν. σημειωτέον δὲ, ὅτι τὸ ἄρσεν εἰς θυσίαν αἰτεῖ, καίτοι τοῦ νόμου προστεταχότος καταθύειν Θεῷ καὶ θήλεα. φαμὲν οὖν, ὅτι αἱ κατ’ εὐχὴν θυσίαι, τουτέστι τὰ ἑκούσια, τὸ ἄμωμόν τε καὶ ἄρσεν 3 ἐδέχοντο θῦμα, καὶ ἦν ὁ τύπος εἰς τὸν προσάγοντα, μονονουχι &c. παρεγγυῶντος του νόμου, ὅτι χρὴ τοὺς εἰς εὐωδίας ἀναβαίνειν ἐθέλοντας τῷ Θεῷ, ἀνδρείους τε εἶναι καὶ 4 παθῶν ἀμείνους καὶ μώμου παντὸς ἀπωτάτω. αἱ ’δε γε ὑπὲρ 5 ἁμαρτιῶν προσαγόμεναι θυσίαι, τὸ θῆλυ πάντως ἐδέχοντο ἀπὸ τῶν ἀμνῶν, καὶ ἀπὸ τῶν ἐρίφων. αἴνιγμα δὲ καὶ τοῦτο
τῆς τῶν προσαγόντων ἀσθενείας ἦν. ἄναλκι γὰρ τὸ θῆλυ, καὶ τῶν ἀρσένων ὡς ἐν ἰσχύι· δεύτερον. ἁμαρτία δὲ πᾶσα δρῷτο ἂν ἠσθενηκότος τοῦ νοῦ, καὶ οὔτι που μᾶλλον τὴν πνευματικὴν σώζοντος εὐρωστίαν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.