καθίστησιν ἐναργές. παρ’ ἐκείνοις μὲν γὰρ αἵ τε θυσίαι 1 καθαραὶ, καὶ εὐῶδες τὸ θυμίαμα, καὶ μέγα τὸ ὄνομα ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· παρ’ ὑμῖν δὲ, φησὶν, οὐκ ἐν δόξη μεγάλη καὶ τῇ πρεπούσῃ Θεῷ τὸ θυσιαστήριον. βεβηλοῦτε γὰρ αὐτὸ, λέγοντες Τράπεαζ Κυρίου ἠλισγημένη
ἔστιν, ἐξουδενωμένα δὲ καὶ τὰ ἐπ’ αὐτῆς. καὶ εἰκὸς μὲν μὴ τοιούτοις ῥήμασι κεχρῆσθαι τοὺς ἱερέας, αὐτοῖς γεμὴν πράγμασι 2 τοῦτο βοᾶν, καθάπερ ἀμέλει καὶ “ Ὁ ἄφρων φησὶν “ ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἐστι Θεός.” δι’ ὧν γὰρ ὁρᾶται 3 καταφρονῶν, κἂν εἰ μὴ λέγοι φωναῖς, ἀλλ’ οὖν ἔργοις αὐτοῖς
καὶ τῇ τοῦ βίου σκαιότητι μονονουχὶ διακέκραγε τό οὐκ ἔστι Θεός. οἱ γὰρ οὕτω ζῆν εἰωθότες ὡς μὴ ἐφορῶντος Θεοῦ, πάντα τε δρᾶν ἀπεριμερίμνως, καὶ ἐκτόπως ἀνοσιουργεῖν, ἔργοις αὐτοῖς καὶ πράγμασιν ἀρνοῦνται Θεόν. κατὰ τοῦτον δὴ οὖν τὸν τρόπον, οἱ μὴ ἀποσώζειν ἐσπουδακότες
τῷ ἁγίῳ θυσιαστηρίῳ τὸ ὅτι μέλιστα πρέπον τε αὐτῷ καὶ 4 ὀφειλόμενον σέβας, δι’ αὐτῶν ὧν πράττουσι λέγουσι Τράπεζα 5 κυρίου ἠλισγημένη ἐστί.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.