ἐναργὲς καὶ δι’ ἑτέρων προφητῶν ἐποιεῖτο λέγων διὰ μὲν 2 φωνῆς Ἡσαΐου “Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ “ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, “ οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησε ταῦτα 3 “ ἐκ τῶν χειρῶν ὑμῶν ; πατεῖν τὴν αὐλήν μου οὐ προσθή-
4 “ σεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέ- “ λυγμά μοι ἐστί·” διὰ ’δε γε τῆς Ἱερεμίου φωνῆς “ Συνα- 5 “γάγετε τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν “ καὶ φάγετε τὰ κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας
“ ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἐν ᾗ ἡμέρᾳ ἀνή- “ γαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.” ὑποτύπωσις γὰρ ὥσπερ καὶ προαναφώνησις τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ λατρείας 6 ὁ νόμος ἦν, καὶ “ δικαιώματα σαρκὸς,” ὡς ὁ θεσπέσιος 7 γράφει Παῦλος, “ μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.” ὁ
δε γε τῆς ἐπανορθώσεως καιρὸς εἴη ἂν οὐχ ἕτερος οἶμαί τις παρὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίαν. ὅτι καὶ ἡ πρώτη μὲν διαθήκη διὰ τὸ τὸ ἄμεμπτον οὐκ ἔχειν, ἀφανισθῆναι 8 λέγεται· ἐπαλαιώθη γὰρ· τῆς γεμὴν νέας καὶ δευτέρας ἐζητήθη τόπος, ἢ καὶ παντὸς ἐπέκεινα μώμου τε καὶ αἰτίας
ἐστί. λελάληται γὰρ δι’ αὐτοῦ τοῦ τίου, ὃς καὶ Μεγάλης 9 βουλης ἄγγελος ὠνόμασται. τοιγάρτοι καὶ ἔφασκεν “ Ἀπ “ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὁ πέμψας με Πατῆρ, αὐτός μοι “ ἐντολὴν ἔδωκε, τί εἴπω καὶ τί λαλήσω.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.