προαγορεύσει τέως προαναφαίνει τὸ κάλλος· ὡς γὰρ τῆς ἐν νόμῳ σκιᾶς ὅσον οὐδέπω πεπαυσομένης καὶ τῆς ἀρχαίας ἐκείνης ἱερωσύνης, μελλόντων τε ἀναδείκνυσθαι κατὰ καιροὺς τῶν τῆς ἀληθείας ἱερουργῶν, οἳ καὶ τῆς ἐν πνεύματι λατρείας ἔσονται λειτουργοὶ, ζητήσουσί τε καὶ μάλα γοργῶς τὴν τοῦ
Θεοῦ δόξαν, συγκλεισθήσεσθαι τὰς θύρας φησὶν ἐπ’ αὐτοὺς, 1 ἢ εὐωδίας οὐκ ἐσομένης τοῖς κατὰ νόμον ἱερατεύουσιν· “ Ἐὰν 2 “ γὰρ κλείση κατὰ ἀνθρώπου, φησὶν, τίς ἀνοίξει ” ἤγουν, τῆς ἀληθεστέρας ἀναδειχθείσης σκηνῆς, τουτέστι τῆς Ἐκκλησίας, οὐκ εἰσελάσουσιν ἐν αὐτῇ τινες τὴν κατὰ νόμον
ἱερωσύνην τηροῦντες ἔτι, ἐκκλειόμενοι δὲ ὥσπερ διὰ τῆς ἀπιστίας, ἔξω τε μενοῦσι καὶ τῶν ἁγίων οὐχ ἅψονται. ὅτι 3 γὰρ ἐκπεπτώκασι τῆς ἱερουργίας, σαφὲς ἂν γένοιτο τοῦ Θεοῦ λέγοντος διὰ φωνῆς Ὠσηέ “Διότι ἡμέρας πολλὰς καθί- 4 “ σονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ἄρχοντος, “ οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας,
“ οὔτε δήλων.” οὐκοῦν τῆς ἐν νόμῳ λατρείας τὴν οἱονεὶ κατάλειψιν, καὶ τῆς κατ’ αὐτὸν ἱερωσύνης τὸν συγκλεισμὸν, 5 κατασημήνειεν ἂν, ὥς γε μοι δοκεῖ, τὸ δεῖν ἐπ’ αὐτοῖς συγκλεισθήσεσθαι τὰς θύρας εἰπεῖν, οὐ προσιεμένης ὥσπερ αὐτοὺς τῆς Ἐκκλησίας· οὐ γὰρ τοῦ μηλοσφαγεῖν ἔτι
καιρὸς, ἀλλ’ ἤδη ταῖς ἀναιμάκτοις τιμᾶται θυσίαις ὁ τῶν ὅλων Θεός.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.