χύδην καὶ ἀδιακρίτως, καὶ τῆς μὲν προσηκούσης τῷ Θεῷ δόξης ὀλίγος ἦν παντελῶς ὁ λόγος· φροντὶς δὲ λίαν ἐσπουκαὶ 2 δασμένη, τὸ πλεῖστά τε ὅσα συναγείρειν θύματα, καὶ κρεῶν ἀφθονίαν οἴκοι τε ἔχειν καὶ ἐν αὐτῇ που τάχα τῇ ἁγίᾳ σκηνῇ. ἆρ’ οὖν, ὦ τοῦ νόμου φύλακες, εἰ προσάγει τις 3 τυφλὸν εἰς θυσίαν, οὐ κακὸν τὸ θῦμα ; εἰ δὲ δὴ καὶ χωλὸν ἢ ἄῤῥωστον, τὸν τῆς ἐμπηρίας διαφεύξεται μῶμον ; οὐ γὰρ δὴ
καὶ τὰ τοιάδε λογιεῖσθε κακὰ καὶ πρὸς θυσίαν οὐκ ἐπιτήδεια ; ἀλλ’ εἴπερ οἴεσθε κατὰ σφᾶς οὐχ ὧδε ἔχειν, ἀποφερέτω τις αὐτὰ ξένιον καὶ ἐν δώρου τάξει τῶν καθηγητῶν ἑνί. ἁλλ’ οὐκ ἃν προσδέξαιτο φησὶν, οὐδ’ ἃν τὸ τοῦ πρόσ’ κομίζοντος πρόσωπον αἰδεσθεὶς, οἰστὸν τὸ χρῆμα ποιήσαιτο, χαλεπανεῖ
δὲ λίαν ὡς ὑβρισμένος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.