τὸν μεμολυσμένον καὶ ἀκάθαρτον ὀνομάζει. εἰδέναι δὲ ἀναγκαῖον, 1 καῖον, ὅτι κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν ἐπὶ ταῖς τελουμέναις θυσίαις καὶ ἄρτοι προσεκομίζοντο· πλὴν ἄζυμοί τε 2 καὶ καθαροί· μόνην δὲ τὴν τῆς αἰνέσεως θυσίαν ἐπ’ ἄρτοις 3 ζυμίταις τελεῖσθαι προστέταχε. καὶ τίς ὁ περὶ τούτων
4 μυστικὸς ἃν γένοιτο λόγος, ἀποχρώντως ἐν ἑτέροις ειρηκαμεν· ἀφηγήσομαι δὲ καὶ νῦν ἐν ἐπιδρομῇ, ὡς ἃν μὴ δοκοίην ὀκνηρὸς εἶναί τις ἔν γε τοῖς οὕτω λυσιτελεστάτοις. οὐκοῦν ὁ μὲν ἄζυμος ἄρτος σημεῖον ἃν γένοιτο ζωῆς τῆς ἀζύμου καὶ καθαρᾶς. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἐν
5 πίστει δεδικαιωμένοις ἐπιστέλλει λέγων “ Ὥστε ἑορτάζωμεν “ μὴ ἐν ζύμη παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, “ ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.” καὶ πάλιν 6 “ Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, “ καθὼς καί ἐστε ἄζυμοι.” παρεγγυᾷ δὲ Χριστὸς τοῖς ἁγίοις
7 ἀποστόλοις οὕτω λέγων “ Προσέχετε ἀπὸ τῆς ζύμης τῶν “ Φαρισαίων καὶ Σαδδουκαίων. ” οὐκοῦν καθαρᾶς καὶ ἡγιασμένης καὶ ἀζύμου ζωῆς σημεῖον ὁ ἄρτος. προσεκόμιζον τοίνυν ἀνθ’ ἑαυτῶν ὡς ἐν τύποις ἔτι καὶ σκιαῖς οἱ προσάγοντες ἄρτους τε ἀζύμους καὶ λαμβάνοντες καὶ ἄζυμα κατὰ τὸν
νόμον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.