“ ἐγὼ, λέγει κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω, καὶ 2 “ ὁ ἐξουθενῶν με ἐξουδενωθήσεται.” δοξασθήσεται δὲ πρὸς ἡμῶν ὡς πατὴρ ὁ τῶν ὅλων Θεὸς, οὐχὶ τὸ αὐτοῖς ἡμῖν ἡδύ τε καὶ φίλον ἀποπεραίνειν ἐσπουδακότων· ἀνατεθεικότων δὲ μᾶλλον αὐτῷ τὸν νοῦν καὶ τοῖς αὐτοῦ νεύμασιν ἑπομένων
πανταχοῦ. φοβηθησόμεθα δὲ καὶ ὡς Κῦρον, τὴν εἰς φαυλότητα ῥοπὴν ἀνακόπτοντες αἰδοῖ τοῦ προσκρούειν αὐτῷ, καὶ 3 τὸν ἐπὶ τοῦ θείου βήματος εὐνοοῦντες ἔλεγχον. “ τοὺς γὰρ “ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος “ τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος,
4 “ πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.