1 ἀρτίως, τότε δὴ πάντως ἐρεῖτε συγκαταβαίνοντες, ὅτι δεδόξασται καὶ ἐμεγαλύνθη κύριος ἐν τοῖς ὀροῖς τοῦ Ἰσραήλ. οἱ μὲν γὰρ ἐξ Ἰκαὼβ γεγονότες, τουτέστιν Ἰουδαῖοι, προσκεκρουκότες, ὡς ἔφην, διὰ πλείστην ἀσέβειαν, ἔξοικοί τε γεγόνασιν καὶ αἰχμάλωτοι καὶ ἁλώσιμοι τοῖς ἐχθροῖς. ἐπειδὴ
δὲ πεπραχότας ἀθλίως καὶ ἀποχρώντως κεκολασμένους μένους κατηλέησεν ὁ Θεὸς, ἀνεκομίσθησαν εἰς τὸ ἀπ’ ἀρχῆς, ἀνενεγπρακτέα 2 κοντῶν αὐτοῖς ἐπὶ τὸ ἄμεινον τῶν πραγμάτων. καὶ γέγονε μὲν ἐν εὐπαθείᾳ ἡ χώρα, κατῳκήκα.σι δὲ τὰς πόλεις, ἀνδείμαντο 3 τὸν ναὸν, ἀνετείχισαν τὴν Ἱερουσαλὴμ, καὶ γεγόνασι πάλιν ἐν τοῖς παρ’ ἐλπίδα καὶ κατ’ εὐχήν· ἢ δέ γε
τῶν Ἰδουμαίων ἠρήμωται χώρα, καὶ μεμένηκεν ἐν κακοῖς, οὐκ ἀνασφήλασα πρὸς τὸ ἄμεινον. οὐκοῦν δεδόξασται Θεὸς ἐν τοῖς ὁρίοις Ἰσραήλ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.