1 ἐφαρμόσαι τὴν θεωρίαν, διανοείσθω σαφῶς, ὡς ὁ μὲν Ἰακὼβ διερμηνεύεται Πτερνιστής· τύπος δ' ἂν εἴη παντὸς τοῦ πτερνίζοντος ἁμαρτίαν. Ἡσαῦ δὲ, ὡς ἔφην, Δρῦς καὶ μέντοι Γήινος ὁ Ἐδώμ· τύπος δ' ἂν εἴη καὶ οὗτος παντὸς τοῦ μόνα φρονοῦντος τὰ ἐπὶ τῆς γῆς. ἀγαπᾷ τοίνυν ὁ
Θεὸς τὸν πτερνιστὴν Ἰακὼβ, μεμίσηκε δὲ τὸν Ἡσαῦ τὸν ἀκαμπῆ καὶ σκληρὸν, ἤτοι τὸν Ἐδὼμ, τουτέστι τὸν τοῖς γηίνοις προσνενευκότα, καὶ τῶν πνευματικῶν ἀγαθῶν τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα φληνάφως ἀνθῃρημένον. τῶν 2 οὕτω ζῆν εἰωθότων ἀφανιεῖ τὸν κλῆρον ὁ φιλάρετος ἡμῶν
3 Θεός. οὐ γάρ τοι βεβαία τὰ ἐπὶ τῆς γῆς, οὔτε μὴν ἀκλόνητον ἔχει τὴν στάσιν. ὅτι δὲ πεσεῖται πάντως, ὡς ἐν τύπῳ σαφηνιεῖ τῶν Ἰδουμαίων ὁ κλῆρος εἰσάπαν ἠρημωμένος. ἀλλ’ ὅ γε Θεῷ προσκείμενος, ἀσφαλῆ καὶ ἐρηρεισμένην
ἕξει τὴν ἐλπίδα, καὶ τῷ τῶν ἀγαθῶν δοτῆρι Θεῷ προσφωνήσει λέγων “ Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.