γὰρ εἰς αἰχμαλωσίαν, καταδῃωθείσης αὐτοῖς τῆς χώρας, οἴκων τε ἠρημωμένων, καὶ ὁμοῦ τῷ θείῳ ναῷ κατεμπρησθέντων 1 τῶν Ἱεροσολύμων. πρόφασις δὲ τοῦ τὰ τοιάδε παθεῖν αὐτοὺς, τὸ ἀποφοιτᾶν ἑλέσθαι καὶ γνησιότητος τῆς πρὸς Θεὸν, καὶ ὀλίγου παντελῶς ἀξιῶσαι λόγου τὴν εἰς
τὸν νόμον αἰδῶ. ἐπειδὴ τοίνυν ἀγαπῆσαι λέγοντος αὐτοὺς τοῦ Θεοῦ, καὶ σφόδρα γε, ἦν εἰκὸς τῶν ἐκ τῆς αἰχμαλωσίας διαμεμνῆσθαι κακῶν. φάναι τε οὕτω τυχὸν τό Ἐν τινι ἠγάπησας ἡμᾶς; οἰκονομικώτατα λίαν ὁ τῶν ὅλων Θεὸς παριππεύει μὲν τὰ διὰ μέσου συμβεβηκότα, καὶ τὴν ἐπ’ αὐτοῖς
2 παρατρέχει διήγησιν, ἀνακομίζει γεμὴν τὴν τῆς ἀγάπης ἀπόδειξιν ἐπὶ τὴν τοῦ γένους ἀρχὴν, φημὶ δὴ τὸν Ἰακὼβ, ὃν ἀγαπῆσαι μὲν ἰσχυρίζεται, κατεστυγημένον δὲ πεποιῆσθαι τὸν Ἡσαῦ, καίτοι τοῖς τῆς φύσεως νόμοις εἰς ἀδελφότητα 3 τῷ τετιμημένῳ συνδούμενον. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “ Μήπω γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν 4 “ ἣ φαῦλον,” ἀπόλεκτον ἐποιεῖτο τὸν Ἰακὼβ, ἐξ οὗ τὸ τῶν Ἰουδαίων Ἰουδαίων ἀνεφύη γένος, ἐκβέβληκε δὲ τὸν Ἡσαῦ. καὶ οὐ
δήπου φαμὲν κατὰ πρόσκλισιν· οὐ γὰρ ἄδικος ὁ Θεὸς, οὔτε μὴν ἄνισον ἢ ἑτεραχθὲς τὸ ἐφ’ ἑκάστῳ τῶν ἐπὶ τῆς γῆς 5 διεξάγει κρῖμα· προεγνωκὼς δὲ ὡς Θεὸς τὰ παρ’ ἀμφοῖν ἐσόμενα καὶ τὸν ἑκάστου τρόπον, ἀγάπης ἠξίου τὸν ἀμείνω τε καὶ ἱερώτερον. καθάπερ ἀμέλει καὶ τὸν μακάριον Ἱερεμίαν
πρὶν ἐν κοιλίᾳ διαπλάσαι φησὶν ἐγνωκέναι, ἁγιάσαι τε πρὶν 6 ἐξελθεῖν ἐκ μήτρας. ἤδει γὰρ ᾔδει προφήτην ἐσόμενον καὶ ἐπιτηδείως ἔχοντα πρὸς ἀποστολὴν τὴν ἐπιοῦσαν τὸ δεῖν τῶν ἐσομένων ποιεῖσθαι τὴν προαγόρευσιν. οὕτω δὲ καὶ ἡμᾶς αὐτοὺς τοὺς ἐν πίστει δεδικαιωμένους ἡγιάσθαι φησὶν
ὁ θεσπέσιος Παῦλος “ Οὓς γὰρ προέγνω καὶ προώρισεν 7 “ ὁ Θεὸς καὶ Πατὴρ, συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ “ αὐτοῦ ” τούτους καλέσαι τε καὶ ἁγιάσαι λέγεται. οὐκοῦν κατὰ πρόγνωσιν ἠξίωτο μὲν ἀγάπης ὁ Ἰακὼβ, μεμίσηται δὲ δικαίως ὁ Ἡσαῦ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.