1 ἀκοὴν, ἐσπουδασμένως δὲ μᾶλλον καὶ ἐν πλείστῃ προσοχῇ καὶ κατανοήσει. διακεῖσθαι γὰρ ὧδε προσήκει τοὺς θείων μέλλοντας ἀκροᾶσθαι λόγων, ὧν ἔσται πλείστη τε ὅση καὶ μάλα ἀμφιλαφὴς ἡ ὄνησις, ὅταν εἰς αὐτὸν εἰσχέωνται
τὸν νοῦν. ψάλλει γάρ που καὶ ὁ θεσπέσιος Δαυείδ “ Ἐν 2 “τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἃν μὴ ἁμάρτω 3 “σοι.” ἔστι γάρ ἐστιν ἀκούοντά τινα μηδὲ ἀκοῦσαι δοκεῖν, εἰ μὴ ἅπτοιντο μὲν διανοίας οἱ λόγοι, ἀποπτάντες δὲ ὥσπερ τῆς τοῦ λέγοντος γλώττης, εἶτα μόνῃ προσαράξαντες τῇ
τοῦ σώματος ἀκοῇ, εἰκαίοις ἐν ἴσῳ καταλογισθεῖεν κρυπτοῖς. τοιοῦτοί τινες ἦσαν οἱ περὶ ὧν ἐφη τις τῶν ἁγίων προφητῶν “ Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ 4 “ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσι.” παρεγγυᾷ τοιγαροῦν ἀναγκαίως ὁ Προφήτης λέγων Θέσθε δὴ ἐπὶ τὰς 5
καρδίας ὑμῶν, τουτέστιν, εἰς νοῦν ἔσω καὶ καρδίαν τοὺς θείους ἐναποτιθέμενοι λόγους, καὶ τῶν ἄνωθεν χρησμῳδημάτων συνέντες τὴν δύναμιν, συναινέσατε πάντως, ὡς ἠγάπησα μὲν ὑμᾶς λέγει Κύριος, ἠξίωσα δὲ ἁπάσης ἡμερότητος καὶ φειδοῦς καὶ τῆς τοῖς ἀγαπωμένοις πρεπούσης φιλοτιμίας.
τοῦτο δὲ αὖ κατονειδίζοντος μὲν εὖ μάλα, ὡς πονηρὰ ἀντὶ ἀγαθῶν ἀπέδοσαν αὐτῷ, καίτοι δέον, ὡς ἀγάπης ἠξιωμένους, ἀντευφραίνειν ταῖς ἐπιεικείαις καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἁνδανόντων αὐτῷ σπουδαῖς τε καὶ προθυμίαις. εἰ γάρ ἐστι 6 τῶν ἀτόπων, τὸ μὴ βούλεσθαι τοῖς καθ᾿ ἡμᾶς ἀποδιδόναι
τὰς ἀμοιβὰς, τίς ἂν γένοιτο λόγος ἐπὶ Θεοῦ τοῦ πάντα ἡμῖν πλουσίως διανέμοντος τὰ πρὸς εὐθυμίαν, εἰ μὴ βού- 7 λοιτό τις αὐτῷ τῶν δεδωρημένων ἀντεκτίνειν τὰς ἀμοιβάς· εἰ καὶ ὅτι μάλιστα πρέποι ἃν ἐκεῖνο λέγειν τοῖς γε ἀληθῶς 8 ἀρτίφροσι “ Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν “ ἀνταπέδωκεν ἡμῖν ;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.