ἡμῖν ἐξαρκέσειε λόγος εἰς ὑμνολογίαν; ἢ ποῖον ἀνοιγνύντες στόμα τὰς χαριστηρίους ᾠδὰς ἀναθήσομεν τῷ φιλοικτίρμονι καὶ ἀγαθῷ; μακρύνει γὰρ ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν, καὶ 1 καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε κύριος τοὺς φοβουμένους αὐτὸν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. θέα γὰρ
ὅπως οὐκ ἐν καιρῷ λυπούμενον, οὐδὲ ἐφ’ οἷς ἦν εἰκὸς, ἀποφαίνει 2 τὸν Ἰωνᾶν, καίτοι δέον ἁγιοπρετῶς κατακροτεῖν καὶ εὐφημεῖν ὡς ἀγαθὸν τὸν Δεσπότην. εἰ γὰρ σὺ, φησὶν, 3 ἐπεστύγνασας, μᾶλλον δὲ καὶ εἰς ἐσχάτην κατακομίζῃ λύ- πην, ὅτι σοι μεμάρανται τὸ τῆς κολοκύνθης φυτὸν, ὃ ὑπὸ νύκτα μίαν ἀνέφυ, διόλωλε δὲ ὡσαύτως, πῶς ἃν αὐτὸς ἀλο- γήσαιμι πολυανδρούσης πόλεως, ἐν ἧ πλείους εἰσὶν ἢ δώδεκα μυριάδες ἀνθρώπων, οὐκ ἐχόντων ἀπὸ τοῦ καιροῦ καὶ τῆς
ἡλικίας τὸ διειδέναι δύνασθαι ποία μὲν αὐτοῖς ἡ δεξιὰ, ποία 4 δὲ ἡ εὐώνυμος; ἀδιάκριτα γάρ πὼς παρὰ τοῖς ἔτι νηπίοις καὶ ταῦτα, οἷς ἦν ἀκόλουθον καὶ πρό γε τῶν ἄλλων χαρί- σασθαι τὴν φιλανθρωπίαν, ἡμαρτηκόσι μηδέν· τὸ γὰρ οὔπω τὰς ἑαυτοῦ χεῖρας εἰδὸς, ποίοις ἃν ἐνέχοιτο πλημμελήμασι;
εἰ δὲ ὀνομάζει καὶ κτήνη καὶ φειδοῦς ἀξιοῖ, φιλαγάθως 5 καὶ τοῦτο. εἰ γὰρ “δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν “αὐτοῦ,” ἐστι δὲ αὐτῷ πρὸς ἐπαίνου καὶ τοῦτο, τί τὸ παράδοξον, εἰ καὶ αὐτὸς ὁ τῶν ὅλων Δημιουργὸς φειδώ τε καὶ οἰκτιρμοὺς ἀπονέμει καὶ τούτοις;
6
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.