ἄψει δὲ ἀτρεκῆ τὸν λόγον, τοῖς τῶν νηπίων ἤθεσιν ἐνορῶν, ἃ καταλγύνεται μὲν ἐπ’ οὐδενὶ πολλάκις, καὶ κλαίει λίαν ἐπὶ μικροῖς· γέγηθε δὲ αὖ, καὶ ἀθρόαν ποιεῖται τὴν ἐκ τοῦ λυπεῖσθαι πρὸς τὸ χαίρειν μετάστασιν, ἐπὶ μικρῷ δὴ πάλιν ἔσθ’ ὅτε καταθελγόμενα. ὅνπερ γὰρ τρόπον ἐν τοῖς
ἀνθρωπίνοις σώμασι τὰ μὴ λίαν εὐρωστεῖν εἰωθότα πίπτει ῥᾳδίως, προσωθοῦντος τινὸς, κἂν εἰ μὴ τοῦτο δρῴη νεανικῶς, 2 3 τρυφεροτέρᾳ δὲ ὥσπερ ἅπτηται χειρί· οὕτω καὶ νοῦς ὁ ἀπάνουργος, εὔκολος εἰς ἀποφορὰν τὴν ἐφ’ ὁτουοῦν τῶν κατατέρπειν αὐτὸν ἢ καὶ λυπεῖν πεφυκότων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.