“ δαίων ὁ Θεὸς μόνον, οὐχὶ δὲ καὶ ἐθνῶν ; ναὶ καὶ ἐθνῶν, εἴπερ εἷς ὁ Θεός ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ “ἀκροβυστίαν διὰ τῆς πίστεως.’’ πείρᾳ δὲ τοῦτο καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος Πέτρος, ἀναπεφώνηκε λέγων “ Ἐπ’ ἀληθείας καταλαμβάνομεν, ὅτι οὐκ ἔστι ἔστι προσω- 2
“ πολήπτης ὁ Θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος 3 “αὐτὸν καὶ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.’’ δεεημιούργηκε μὲν γὰρ αὐτὸς γῆν τε καὶ οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτοῖς, πεποίηκε δὲ τὸν ἄνθρωπον ἐν ἀρχαῖς κατ’ ἰδίαν εἰκόνα καὶ καθ’ ὁμοίωσιν, ἵνα τῶν εἰς ἀρετὴν σπουδασμάτων 4
ἐχόμενος διαβιῴη λαμπρῶς ἐν ἁγιότητι καὶ μακαρισμῷ, καὶ τῶν αὐτοῦ χαρισμάτων πλουσίαν ἔχοι τὴν μέθεξιν. εἶτα παρεκομίσθη πρὸς ἁμαρτίαν, τοῖς τοῦ διαβόλου κακουργήασι πεφενακισμένος· μένος· ταύτῃτοι καὶ γέγονεν ἐπάρατος 5 καὶ ὑπὸ φθοράν. προώριστο μὲν οὖν καὶ προέγνωστο πρὸ
καταβολῆς κόσμου Χριστὸς εἰς τὴν τῶν ὅλων ἐπανόρθωσιν. εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ “Ἀνακεφαλαιώσασθαι τὰ 6 7 “πάντα ἐν αὐτῷ, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. ἀλλ’ ἐφυλάττετο μὲν τὰ τοιάδε τῶν κατορθωμάτων γεγονότι καθ’ ἡμᾶς τῷ Μονογενεῖ, καὶ ἐπιλάμψαντι τῷ κόσμῳ μετὰ σαρκός. ὅτι δὲ τὴν ὕπερ γε τῶν πεπλανημένων φροντίδα, 8 καὶ πρὸ τῶν τῆς ἐπιδημίας καιρῶν ἀναγκαίαν ἐποιεῖτο Θεὸς,
καὶ τοῖς ἐξ ἀμαθίας ὠλισθηκόσιν ἐχαρίζετο τὴν ἐπίσκεψιν, καὶ διὰ πραγμάτων ἠθέλησε πληροφορεῖν. ταύτῃτοι προστέαχε τῷ μακαρίῳ Προφήτῃ βαδίζειν εἰς Νινευί. δὲ πόλις ἡ Νινευὶ πρὸς ἀκτῖνα κειμένη, καὶ διαβόητος, 9 καὶ, ὥς φησιν ὁ προφήτης Ἱερεμίας “Γῆ τῶν γλυπτῶν “ ἐστι.” πλεῖσται μὲν γὰρ ὅσαι τῆς Ἰουδαίων ἦσαν ὅμοροι 10 πόλεις, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκείμεναι. “Τύρος 11 “τε γὰρ καὶ Σιδῶν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων’’ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ἀναριθμήτων παρ’ αὐτοῖς δαιμονίων ἕδη τε ἦσαν καὶ βωμοὶ καὶ τεμένη.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.