νοῦν, ἀναρρώννυσι δὲ ὥσπερ ἠσθενηκότα, καὶ χρηστῶς μὲν λίαν, πλὴν ὅτι λελύπητο, καταιτιᾶται χρησίμως. ὑπεμφήνειε 1 γὰρ ἂν ἕτερον οἶμαί τι παντελῶς οὐδὲν τὸ ἀναπυνθάνεσθαί τε καὶ λέγειν Εἰ σφόδρα λελύπηται· μονονουχὶ δὲ καὶ ἐπιπλήττει λελυπημένῳ καὶ τῶν θείων κριμάτων οὐ συνιέντι τὸν
σκοπόν. ἡμερῶν δὲ ἤδη διαγενομένων, καθάπερ ἔφην ἀρτίως, μεθ’ ἃς ἦν εἰκὸς ἀποπερανθήσεσθαι τὰ διηγγελμένα, εἶτα τῆς ὀργῆς ἀπρακτούσης ἔτι, συνίησι μὲν ὅτι κατηλέησε Θεὸς, πλὴν οὐκ εἰσάπαν ἔξω βέβηκε τῆς ἐλπίδος· οἴεται δὲ, ὅτι 2 δέδοται μὲν αὐτοῖς ἀνάβλησις τοῦ κακοῦ μετανοεῖν ᾑρημένοις,
πλὴν ἔσται τι πάντως τῶν ἐξ ὀργῆς, οὐκ ἰσοπαλεῖς τοῖς πταίσμασι τοὺς ἐπὶ ταῖς μεταγνώσεσι πόνους ἐπιδεδειχόσι. τί γὰρ ὠνήσειε τριήμερος ἱδρὼς τοὺς ἀτόπῳ παντὶ κατακεχωσμένους πράγματι, καὶ ταῖς οὕτω δειναῖς πλημμελείαις ἐνισχημένους; ταῦτα καθ’ ἑαυτὸν κατά γε τὸ εἰκὸς διενθυμούμενος,
τοῦ μὲν ἄστεος ἀπεφοίτα, περιμένει δὲ τοῦ ἰδεῖν 3 τι ἔσται αὐτοῖς· προσεδόκα γὰρ ἢ πεσεῖσθαι τυχὸν κατα- δονουμένην, ἢ κατεμπρησθήσεσθαι πυρὶ, καθὰ καὶ τὰ Σόδομα. σχεδιάζεται δὲ οἶκος αὐτῷ, καὶ σκηνὴ τὸ δρώμενον 4 ἢν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.