κατοκνῆσαι τὴν διακονίαν, τρέπεται πρὸς εὐχὴν, καὶ χαριστηρίους μὲν ἀνατείνει λιτὰς, ὁμοῦ δὲ τὴν δόξαν ὁμολογεῖ τοῦ σώζοντος, καὶ καταθαυμάζει τὴν ἐξουσίαν, καὶ ἀνακηρύττει τὴν ἡμερότητα. δεχθῆναι γὰρ ἔφη τὴν ἑαυτοῦ προσευχὴν, καὶ τοῦτο οἶμαι που προφητικῷ πνεύματι συνιείς. τὸ δὲ ἐκ
2 κοιλίας ᾄδου, τὸ οἷον ἐκ τῆς τοῦ κήτους γαστρός φησιν, ᾅδῃ καὶ θανάτῳ παρεικάζων εὐφυῶς τὸ θηρίον· ἅτε δὴ καὶ φονεύειν εἰδὸς, καὶ καταρροφᾶν ἀγρίως τὸν ἀλισκομένον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.