βραδυστομεῖ δὲ οὐκ ἔτι δεικνύων τὸν τύπον ἐν ἑαυτῶ. παρελήφθη πάλιν ὁ μακάριος Ἀαρὼν εἰς ὑποτύπωσιν τοῦ Ἐμμανουήλ, τοῖς τῆς ἀρχιερωσύνης κατεστεμμένος αὐχήμασι, καὶ εἰς τὰ ἅγια τῶν ἁγίων εἰστρέχων, καὶ στολὴν ἐκείνην ἠμφιεσμένος τὴν εὐκλεᾶ τε καὶ ἀξιάγαστον. ἀλλ’
οὐ πάντα πάλιν τὰ αὐτοῦ Χριστῷ περιθήσομεν· οὐδὲ γὰρ 1 ἦν ἀμώμητος παντελῶς· ἐπετιμᾶτο γάρ ποτε, καταλαλήσας Μωυσέως ὁμοῦ τῇ Μαρίᾳ. ἦν δὲ καὶ ἑτέρως οὐκ ἀνεύθυνος, μεμοσχοποιηκότος κατὰ τὴν ἔρημον τοῦ Ἰσραήλ. οὐ δὴ οὖν τὰ ὡς ἐν γράμμασί τε καὶ τύποις ταῖς πνευματικαῖς
θεωρίαις χρήσιμα, ἀλλ’ εἰ πρόσωπον εἰσφέροιτό τινος ἀνατυποῦντος ἡμῖν ἐφ’ ἑαυτῷ τὸν Χριστὸν, παριππεύσομεν εἰκότως τὰ ἀνθρώπινα, μόνοις δὲ τοῖς ἀναγκαίοις ἐφιζήσομεν, πανταχῆ περιτρέποντες τὸ ὠφελεῖν πεφυκὸς εἰς τὸν τοῦ 2 προκειμένου σκοπόν. οὕτω γὰρ δὴ καὶ ἐπὶ τοῦ θεσπεσίου 3 συνήσομεν Ἰωνᾶ. διαμορφοῖ γὰρ ὥσπερ ἡμῖν τὸ Χριστοῦ μυστήριον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.