καίτοι μεμερισμένοι πρὸς ἔκτοπον πλάνησιν, καὶ μυρίους εἶναι νομίζοντες ἀνὰ τὸν κόσμον θεούς. τοιγάρτοι θύουσι τῷ φύσει καὶ μόνῳ καὶ ἀληθῶς Θεῷ, παρέντες τοὺς ἑαυτῶν, καὶ ἐρρῶσθαι φράσαντες τοῖς ἐξ ἀπάτης τετιμημένοις, καὶ τὴν Θεῷ πρέπουσαν ὑποκλέπτουσι δόξαν. ἐπαγγέλλονται
δὲ καὶ εὐχὰς, καίτοι τοῦτο δρᾶν εἰωθότες τοῖς ἐναλίοις δαίμοσι. 1 δοκεῖ γὰρ Ἑλλήνων παισὶ καὶ τὸ τῆς θαλάσσης ἀνῆφθαι κράτος Ποσειδῶνά τινα· μῦθοι γὰρ πάντα τὰ παρ’ ἐκείνοις, τερθρεία τε καὶ ἀποπληξία δεινή. ἡμεῖς δὲ τὸν 2 φύσει Θεὸν δοξάζοντες, αὐτῷ καί φαμεν ἀληθῶς “Σὺ δε-
“σπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν “κυμάτων αὐτῆς σὺ καταπραύνεις. σοί εἰσιν οἱ “καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς “σὺ ἐθεμελίωσας.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.