δοῦλον δὲ ἄντα Θεοῦ σώζειν ἤθελον, καὶ ζῶντα δοῦναι 1 τῇ χέρσῳ· οὐτῶ ’δε μᾶλλον ἀποφορτίσασθαι τὴν ὀργήν. ταύτῃτοι παρεβιάζοντο καὶ προσοκεῖλαι τὴν ναῦν, ἀλλ’ ἦν τῶν ἐγχειρημάτων ἀνήνυτος ὁ σκοπὸς, ἄμαχον αὐτοῖς τὸ κῦμα διανιστάντος τοῦ πνεύματος, καὶ ἀλριωτέραις ὁρμαῖς
καταθέοντος τῆς ὁλκάδος. ταύτῃτοι λοιπὸν ἐκμειλίσσονται μὲν διὰ προσευχῆς, συγγνώμονα δὲ παρακαλοῦσιν αὐτοῖς γεβάλετε 2 νέσθαι τὸν Θεὸν, οὐ φονᾶν ἐθέλουσιν, ἀλλ’ ὡς τοῖς αὐτοῦ 3 παραχωροῦσι κρίμασι, καταβιαζομένοις τε λοιπὸν πρὸς τὸ δοῦναι τῆ θαλάσσῃ τὸν Ἰωνᾶν, καὶ δὴ καὶ δεδώκασιν. ἡ δὲ λαβοῦσα, σπένδεται μόλις, ἁπλοῖ δὲ γαλήνην, καὶ δίδωσι τοῖς ναυτίλοις τοῦ σώζεσθαι τὴν ἐλπίδα· πανταχοῦ δὲ τοῖς
θείοις εἴκουσα νεύμασι, καὶ δεσποτικοῖς προστάγμασιν ύπηρετούσα ετοῦσα γοργῶς, ἐξ αὐτῶν ἐφαίνετο τῶν πραγμάτων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.