τουτέστιν ἠ Ἐκκλησία, ἔνθα τὰ τῶν ἁγίων τάγματα. οὐ 5 γάρ εἰσι πάροδος ἀλλογενῶν· “Οἱ γὰρ τοῦ Χριστοῦ τὴν “σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυ- “μίαις·” μέμνηνται δὲ λέγοντος καί τινος τῶν σοφῶν 6 “Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου
“μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας. ἀσφαλῆ γὰρ ἔχουσι τὴν καρδίαν, οὐ βάσιμον, οὐχ ἱππήλατον τοῖς ἀκαθάρτοις πνεύμασιν, οὐ ταῖς τῶν παθῶν προσβολαῖς εἴκουσαν εὐκόλως, οὐ ταῖς τῶν ἑτεροδιδασκαλούντων ψευδοδοξίαις μεμολυσμένην, οὐ λογισμῶν ἀπατᾶίς
σεσαλευμένην· ἑδραίαν δὲ μᾶλλον καὶ τοῖς τῆς ἀληθείας δόγμασιν εὖ μάλα πεπυργωμένην.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.