καὶ μονονουχὶ διαπρυσίῳ κεχρῆσθαι κηρύγματι, συλλέγειν τε ἤδη πρὸς μάχην τὰ ἔθνη, καὶ ἀναπτοεῖν ἐπείγεσθαι πρὸς τοῦτο αὐτὰ, κἂν εἰ ἕλοιντο τυχὸν τὴν ἠρεμαίαν τε καὶ ἀφιλόμακον ἑλέσθαι ζωήν. τοῦτο δὲ ἦν εὐτολμοτάτους αὐτοὺς 1 ἀποφαίνοντος, καὶ ἐπ’ αὐτῷ θαρρεῖν ἀναπείθοντος, ὅτι καὶ
τῶν ἐχθρῶν ἀμείνους ἔσονται αὐτοῦ προασπίζοντος. ταῦτα δὴ οὖν ἐν τοῖς ἔθνεσι κηρύξατέ φησι, καὶ ἁγιάσατε πόλεμον. καὶ τί δὴ τὸ ἁγιάσατε πάλιν ἐστίν; Ἐμοὶ καθιερώσατε τρόπον τινὰ, ἔσομαι γὰρ ὁ μαχητὴς ἐγὼ, καὶ εἰς ἐμὴν δόξαν ἔσται τὸ δρώμενον· τεθνήξονται γὰρ οἱ τὴν ἐμὴν δόξαν
ἀνάψαντες ξύλοις τε καὶ λίθοις. ἅπαν δὲ τὸ ἁγιάζεσθαι 2 λεγόμενον, εἰς δόξαν ἀεὶ προσάγεται Θεοῦ. διὰ τοῦτό φησιν ἁγιασατε πόλεμον, ἐξεγείρατε τοὺς μακητὰς, καὶ δὴ καὶ ἐπιφωνεῖτε, φησὶ, Προσαγάγετε πάντες ἄνδρες πολεμισταί. καταληγέτω μὲν ὁ γηπόνος τῶν αὐτῷ φιλαιτάτων φροντίδων
καὶ σπουδασμάτων· μεταχαλκευέτω δὲ τὸ μὲν ἄροτρον εἰς ῥομφαίαν, τὴν δὲ δρεπάνην εἰς σειρομάστας. οὐ γάρ ἐστι τοῦ γηπονεῖν ὁ καιρὸς, ἀλλὰ τοῦ διδόναι δίκας ἠτιμασμένῳ Θεῶ. 3 εἰ δὲ δή τις εἴη καὶ ἀδύνατός φησι, μὴ σκῆψιν ἐχέτω τὸ ἄναλκι, ψευδέσθω δὲ καὶ αὐτὸς, εἰ βούλεται, καὶ λεγέτω τὸ δύνασθαι. μὴ γὰρ δὴ τῶν ὅπλων ἤτω μακράν. συναγείρεσθε 4 δὴ οὖν ἅπαντές φησιν οἱ κύκλῳ τῆς Ἰουδαίας, καὶ
ὁ πραῢς ἔστω μαχητὴς, τουτέστι, καὶ εἴ τις τῶν ἀοργήτων εἴη, ἔστω καὶ οὗτος μαχητής. ὅμοιον ὡς εἰ λέγοι, οὐδενὸς τὸ σύμπαν ὑπολελειμμένου, κἂν εἰ γηπόνος τις εἴη, κἂν εἰ δειλός τε καὶ ἄνανδρος· οὗτος γὰρ ὁ ἀδύνατος· κἂν εἰ πρᾶος καὶ ἀφιλοπόλεμος, παραθηγέσθω πρὸς μάχην. παραιτήσομαι
γὰρ οὐδένα· διακρίνω δὲ ἅπαντας ἐν τῆ κοιλαδι τοῦ Ἰωσαφάτ. τὸ δὲ διακρίνω σημαίνει ὅτι κριτὴς ἔσομαι δυνατὸς, 5 νατὸς, ποιναῖς τε καὶ δίκαις ἐνιεὶς τοὺς διαρπάσαντας μὲν τὴν γῆν τὴν ἐμὴν, κλήρῳ δὲ διαλαχόντας τόν Ἰσραηλ, καὶ 6 πόρναις μὲν δεδωκότας τὰ παιδάρια, καταπεπρακότας δὲ τὰ
κοράσια, καὶ ὡς οἶνον ἐκπεποκότας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.